Ancient Greek
307.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 307.3
Unproofread scanNot analysed yet
Θ) Τὸ δ’ αὐ πρὸς τι· Τέσσαρες εἰσὶ τῆς συγκρίσεως τρόποι, πρὸς τὸ μεῖζον, πρὸς τὸ ἕλαττον, πρὸς τὸ ἴσον, πρὸς τὸ ἐναντίον, ὧν ἡ πρὸς τὸ ἐναντίον κατὰ μόνην ποιότητα γίνεται, τῶν ἄλλων καὶ κατὰ ποιότητα καὶ ποσότητα γινομένων· καὶ ὁ μὲν διώκων ἢ πρὸς τὸ μεῖζον ἢ τὸ ἴσον ποιεῖται τὴν σύγκρισιν· ὁ δὲ φεύγων ἢ πρὸς τὸ ἕλαττον, ἢ πρὸς τὸ ἐναντίον· ἐπεὶ δὲ ἐπὶ τινων ἀπίθανός ἐστιν ἢ τοῦ πρὸς τι κατὰ τὸ μεῖζον ἐξέτασις, οὐ γὰρ οἷόν τε λέγειν, ὅτι τὸ ἰδιωτικῶς ὑφελῆσθαι χρήματα μεῖζον ἐστὶ τοῦ τῶν ἀναθημάτων αὐτῶν ἀφαιρέσθαι, δεῖ ἀπὸ τοῦ ἴσου ποιείσθαι τὴν σύγκρισιν· ἴσον εἶναι τοῦτο ἐκεῖνω λέγοντας· οὕτω γὰρ πιθανὸς καὶ ἀβίαστος ὁ λόγος δοκεῖ· πολλάκις δὲ, εἰ μὴ πᾶν βίαιον εἴη, μετὰ τὴν πρὸς τὸ ἴσον σύγκρισιν καὶ πρὸς τὸ μεῖζον βιασώ- 20. .