Ancient Greek
309.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 309.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ τις φιάλην ἀφεῖλετο καὶ κρίνεται ὡς τυμβωρύχος· ἀναχωρεῖ γὰρ ἐφ’ ἕτερον ὄνομα, εἰ τὸ κενοτάφιον ἀπλῶς τάφος ἐστίν· ὅταν δὲ εἰς πρᾶγμα ἢ ἀναχώρησις γίνηται, τότε καὶ αἱ ἀντιθετικαὶ χώραν ἔχουσι· τὸ μὲν ἀντέγκλημα, ὁμοίως δὲ καὶ ἡ ἀντίληψις, ὡς ἐπὶ τοῦ εὐνοῖχου· ἡ 5 δὲ ἀντίστασις, ὡς ἐπὶ τούτου· δυσὶ στρατηγοῖς ἐπετράπη τὰ τοῦ πολέμου· τῷ μὲν φυλάττειν τὰ τείχη, τῷ δὲ μάχεσθαι τοῖς πολεμίοις· ὁ τεταγμένος ἐπὶ τῆς μάχης γενομένης ἥττης ἐπὶ τὸ τεῖχος κατέφυγεν, ὁ δὲ οὐ μόνον αὐτῷ τὰς πύλας οὐκ ἀνέῳξεν, ἀλλὰ καὶ εἶπεν, ἀπελθὼν μάχου· 10 ἐμβαλόντος οὖν αὐθὶς ἐκείνου τοῖς πολεμίοις νίκη γέγονε· καὶ ἀμφισβητοῦσιν ἑκάτεροι τοῦ γέους. Ἡ μὲν οὖν πρώτη ζήτησις ὁρικὴ, τί τὸ νικᾶν τοὺς πολεμίους, πότερον τὸ προτρέπειν καὶ ἀναγκάζειν ἐπὶ τὸν πόλεμον, ἢ αὐτοχειρία διαμάχεσθαι· ἡ δὲ δευτέρα κατὰ ἀντίστασιν λέγοντος τοῦ 15 στρατηγοῦ, ὡς τὴν φυγὴν ἐξεπίτηδες εἵλommen, ἵνα τῶν πολεμίων ὡς ἐπὶ νίκῃ ἀφρακτῶν γινομένων ἐπικρατέστερος γένωμαι, καὶ ἐστὶν ἀντιστατικόν, διὰ τοῦ δοκοῦντος ἀτόπου μείζονα εἰσφέροντος εὐεργέτημα τοῦ στρατηγοῦ· ὧσως δὲ καὶ συγγνώμη ἐμπεσεῖται ἐν τούτῳ· ἡ δὲ μετάστασις 20 ὡς ἐπὶ τούτου· Δημοσθένης παρὰ Φιλίππῳ λέγων προσβείαν ἐξέπεσε καὶ κρίνεται ὑπὸ Αἰσχίνου δειλίας· πρῶτα μὲν γὰρ ἐρεῖ, ὡς οὐ τοῦτο δειλία, οὐ γὰρ ὀπλῶν ἀποβολὴ γέγονεν, οὐ μάχης φυγή, εἶτα μεταστατικῶς, ὡς εἰ καὶ δειλία τοῦτο, τὴν αἰτίαν ὁ Φίλιππος ἔχετω οὐχ ἡδέως 25 ἀκροώμενος, ἢ ὁ Φιλοκράτης παρεστώς· καὶ τῶν λεγομένων καταγελῶν. Τοῦτῳ ἐπεταί· ζητοῦσι πῶς ἀντιλήψεως μὴ ἐμπεσούσης οἷον τε μετάληψιν ἐμπεσεῖν, ἀεὶ γὰρ ταῦτα ἀλλήλοις ἀκολουθεῖ· φαμέν οὖν, ὅς ἡ ἀντιθετικὴ τόπον ἔχει ἀντιλήψεως, πλὴν καὶ μετὰ τὴν μετάληψιν, ἵνα ἢ 30 τάξις σῴζηται, ἐπάγουσι καὶ τὴν ἀντίληψιν.