Ancient Greek
308.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 308.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΟΥ μεθα προάγειν τὸ πεπραγμένον, ἐκπαράδεκτον ἐκ τοῦ ἴσου καὶ τὸ μεῖζον ἔχοντες. ι) Ἡ δὲ ἀντίθεσις. 17 Εἴρηται μὲν καὶ ἐν τῇ τῆς ἐκθέσεως τῶν κεφαλαίων τοῦ ὄρου ἐξηγήσει, πότε ἐμπίπτει ἡ ἀντίθεσις, καὶ πότε οὐ, νυνὶ δὲ καὶ ἑτέρως φамὲν, ὅτι τῶν ὄρων τῶν μὲν κατὰ σύγκρισιν ὄντων, τῶν δὲ κατὰ αἴτησιν, ἐν μὲν τοῖς κατὰ κροίσιν ἐμπίπτει· ἴδιον γὰρ ἀντιθέσεως τὸ τῷ ἀδικήματι φανερῶς ἀντιτιθέναι αἰτίαν εὐλογον· ἐν δὲ τοῖς κατὰ αἴτησιν οὐδαμῶς, ἐπειδὴ εὐεργέτημα καὶ οὐχ ἀδίκημα τὸ γεγόμενον· καὶ ἄλλως· τῶν ὄρων οἱ μὲν ἐξ εὐθείας ἔχουσι τὴν ζήτησιν, ὡς ἐπὶ τοῦ ἱεροσύλου· αὐτόθεν γὰρ ζητεῖται, εἰ ἱερόσυλος, οἱ δὲ οὐχ ἐξ εὐθείας, ἀλλ’ ἐφ’ ἕτερον ἔχουσι τὴν ζήτησιν, δι’ ὧν τὸ κρινόμενον καταλαμβάνεται, ὡς ἐπὶ τοῦ εἰνούχου· τὸ μὲν γὰρ κρινόμενον ὁ φόνος ἐστὶ· ζητεῖται δὲ, εἰ μοιχὸς ὁ εἰνούχος· ἐπὶ τούτων οὖν ἐμπίπτει ἡ ἀντίθεσις, ἐφ’ ὧν καὶ τὰ τῆς τάξεως ἀντέστραπται· ὁ γὰρ φεύγων ἐν τοῖς τοιούτοις κατήγορος γίνεται, καὶ φεύγων ὁ διώκων, ὅθεν ὁ μὲν φεύγων προβάλλεται τὰ πεπραγμένα, εἰσῆλθεν εἰς τὴν οἰκίαν, συγκατεκλίνετο τῷ γυναικί· ταῦτα δὲ μοιχεία· ὁ δὲ διώκων ὑπὲρ τοῦ εἰνούχου ἀπολοῦμενος τὰ παρεῖμένα προβαλεῖται, ὅτι πῶς ἂν εἰνούχος μοιχεύσειεν ὁ μὴ χρήσθαι δυνάμενος, μηδὲ τὸ γένος ἀμφίβολον τῇ συνουσίᾳ ποιῶν. Ἔτι ὁ ὄρος ἢ περὶ ὀνομάτων μόνον πᾶσαν συνίστησι τὴν ζήτησιν, ἢ ἄρχεται ἐξ ὀνόματος· ἀναχωρεῖ δὲ πρὸς ἕτερον ζήτημα, ἢ καὶ αὐτὸ ὀρικὸν ἢ μιᾶς τῶν ἀντιθετικῶν, ἢ τῆς ἀντιλήψεως. Τοῦ μὲν οὖν περὶ ὀνόματος μόνον παράδειγμα ὁ τε φιλόσοφος, ὁ τὸν τύραννον πείσας καταδεσθαι τὴν τυραννίδα, καὶ ὁ τὰ ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ ὑφελόμενος. Τοῦ δὲ πρὸς ἕτερον ὄνομα ἀναχωροῦντος παράδειγμα τόδε· ἀπὸ κενωταφίου