Ancient Greek
314.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 314.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ἀντιλέγοντος. Ζητητέον δὲ, πῶς ἐπὶ μὲν τῶν ἄλλων διπλῶν πανταχοῦ συμπλέκεσθαι κελεύει τὰ ζητήματα καὶ κεφάλαιον ἀντιτιθέναι κεφαλαίῳ, ἧν δὲ λόγος σφριγῶν εἴη· ἐνταῦθα δὲ διαστέλλει τὰ ζητήματα· φαμὲν οὖν, ὡς ἐπὶ μὲν τῶν ἄλλων φυσικῶς ἄμφω συνεπέπλεκτο τὰ ζητήματα, ἔνθεν καὶ τὰς ἀποδείξεις κατὰ συμπλοχὴν προάγειν ἀναγκαῖον ἐδόκει· ἐνταῦθα δὲ κεχωρισμένων φύσει τῶν ζητημάτων, καὶ οὐδὲ εἰς τὴν ἀλλήλων συντελούντων κατασκευὴν· ἀφ’ οὗ καὶ δύο ὅροι καλοῦνται, ἵνα μὴ ἀσάφειαν πολλὴν καὶ σύγχυσιν ποιῶμεν τὰ κεχωρισμένα μινύειν βουλόμενοι, ἰδίᾳ κατασκευάζομεν ἕκάτερον· εἰ δὲ τί ἐστι τοῦ δευτέρου ζητήματος ἐν τῷ προτέρῳ δεόμενον τινὸς κατασκευῆς, τῷ κατ’ ἐπαγγελίαν χρησόμεθα σχήματι· τῶς μὲν αὐτὸ διακρουόμενοι, μικρὸν δὲ ὕστερον περὶ αὐτοῦ λέξεν ἐπαγγελλόμενοι.