Ancient Greek
314.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 314.3
Unproofread scanNot analysed yet
Περὶ ἀντιλήψεως. α) Ἡ δὲ ἀντίληψις τὴν τέχνην ἢ ταυτότης ἐλέγχει· τὸ γὰρ μὴ διαμένον ἐπὶ τῶν αὐτῶν, ἀλλὰ νῦν μὲν οὕτως, νῦν δὲ ἑτέρως γινόμενον ἄτεχνον· τρία οὖν ταῦτα καθ’ ἑκάστην διαίρεσιν τῷ τεχνολόγῳ παρατετήρηται· ἢ τῶν κεφαλαίων ἀπαρίθμησις, ἢ περὶ ἑκάστου τεχνολογία, καὶ τρίτον, ἢ τῶν εἴδων ἐπίσκεψις, ὅπερ ὡς καὶ τοῖς ἄλλοις καὶ ἐνταῦθα ποιεῖ. Τρίτην δὲ τὴν πραγματικὴν ἔταξεν Ἑρμογένης, τῶν στάσεων τὴν τάξιν ἀπαριθμοῦμενος· νῦν δὲ τὴν ἀντίληψιν τῆς πραγματικῆς προέταξεν· ἐκεῖ μὲν γὰρ ἐκ τῆς διαιρέσεως τῶν κεφαλαίων ἡ πραγματικὴ ἀνέκυπτεν, ἐνταῦθα δὲ, ἐπειδὴ τῶν κεφαλαίων ἡ διαίρεσις γίνεται, πολλὴ δὲ ἡ κοινωνία τοῦ ὄρου πρὸς τὴν ἀντίληψιν ἐν τοῖς κεφαλαίοις, μετὰ τὸν ὅρον εὐθὺς ταύτην ἐπήγαγεν.