Ancient Greek
317.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 317.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ τρία ταῦτα τοῦ φεύγοντος ὄντα· τὸ δὲ κεφάλαιον τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον ἐμπίπτει· ὅ τι γὰρ ἂν ᾖ τὸ ἀδίκημα, ἔνεστι τὸ μείζον ἐπινοεῖν καὶ ἐπαναβαίνοντες λέγειν, ὡς εἰ τόδε ἐπεποιήκειν, τότε ἂν ἀσεβείας ἐκρινώμην ἢ προδοσίας· ἐνίοτε δὲ καὶ ἔλλειπει, ὅταν συγγενὲς 5 ᾖ καὶ λίαν πρόσφορον τὸ πρᾶγμα τῷ ἐπιφερομένῳ ἐγκλήματι, ὡς ἐπὶ τοῦ τὴν πόλιν κατασκάψαντος στρατηγοῦ· οὐ γὰρ δύναιτ’ ἂν λέγειν, ὡς οὐχ εἷς δημόσιον ἀδίκημα ἢ τῶν συμμάχων ἀπόστασις· χρὴ δὲ εἰδέναι, ὡς ἐπειδὰν ἐμπέσῃ, μὴ ἐκ τοῦ ἐλάττονος, ἀλλὰ τοῦ μεί- 10 ζονος πειρᾶσθαι ἀνατρέπειν τὸ ἐγκλημα· οἷον Ἀλκιβιάδης κωμάζων ἐπὶ τοὺς τριακοσίους ἐβόησεν, „ὦ γενναῖοι,“ καὶ κρῖνει αὐτὸν Κλέων ὑβρεως· εἰ γὰρ διὰ τοῦ ἐλάττονος διαλύειν πειρῶτο τὸ ἐγκλημα λέγων, τῇνιταῦτά με δεῖ κρῖνεσθαι ὑβρεως, ἵνιχα λοιδορήσαιμί τινα, ἢ δια- 15 βάλοιμι, λάθοι ἂν αὐτὸς ἑαυτὸν καταδικάζων ἐπὶ τῷ μείζονι· μείζον γὰρ δήπου τὸ . ἐν κώμῳ προτηλακίζειν τοῦ ζουφα διαβάλλειν καὶ λοιδορεῖσθαι· ἀπὸ τοῦ μείζονος οὖν χρὴ λέγειν, ὅτι ὑβρεως κρῖνειν δεῖ τὸν πληγὰς προστριψάμενον, τὸν χιτῶνα διαρρήξαντα καὶ τὰ τοι- 20 αῦτα.