Ancient Greek
317.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 317.3
Unproofread scanNot analysed yet
δ) “Ἐπεταὶ οὖν. παρῆκε τὸν ἀνθορισμόν, 4 ἐπειδὴ τὰ κεφάλαια πρὸς ἀπόδειξιν σπεύδει· τὰ δὲ συμπεράσματα τὰς ἀποδείξεις ἔχει· εἰ οὖν ὁ συλλογισμὸς συμπέρασμά ἐστι τοῦ ἀνθορισμοῦ, εἰκῶτως κυριώτερός ἐστι 25 πρὸς τὴν χρῆσιν· καὶ μία δὲ φύσις ἀνθορισμοῦ καὶ συλλογισμοῦ· κοινὴ γὰρ ἀμφοῖν ἡ πρὸς τὸν ὅρον μάχη, εἰ καὶ διάφορος τῇ χρήσει τῶν ἐπιχειρημάτων· ἐν μέντοι τῇ ὀρικῇ στάσει καὶ τὸν ἀνθορισμὸν παρέλαβε, προηγοῦμενα γὰρ ἦν ἐκεῖ τάδε τὰ κεφάλαια, διὸ καὶ ἐξ- 30 δικώτερον τὴν τούτων ἐξέτασιν ἐποίησατο. Καὶ ἐπι-