Ancient Greek
320.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 320.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ἄνθρωπον, ἢ τὴν πολιτείαν, ἥσπερ τὸ ἦθος, ἢ τὴν τέχνην ἢ τὰς τῆς φύσεως ἀνάγκας προθεωροῦντα, καὶ οὕτω τὴν ἀντιλῆψιν ἐπιφέροντα. Εἰ ἐγχωροῖ· δοκεῖ γὰρ ἀναίσχυντον τὸ ἀντικρὺς λέγειν, ὅτι οὐκ ἔξεστι 5 φανερῶς οὔσης τῆς ἐξουσίας, καὶ μάλιστα ἐπὶ τῆς ἀπὸ τοῦ νόμου καὶ τῆς φύσεως ἐξουσίας· ἐν δὲ τῇ ἀπὸ τοῦ ἦθους καὶ τέχνης δυνατόν· ἐνστασις οὖν ἐμπίπτει ἐπὶ τούτου· νέος πλούσιος ὑποπτευθεὶς τυραννήσειν τὴν ἑαυτοῦ πᾶσαν οὐσίαν κατεπόντωσε· κρίνεται βλάβης εἰς τὸ 10 δημόσιον.