Ancient Greek
320.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 320.3
Unproofread scanNot analysed yet
Περὶ τῶν εἰδῶν τῆς ἀντιλήψεως. Ἐν τοίνυν ταῖς τοιαύταις· ἐν γὰρ ταύταις ταῖς συμβεβηκὸς τι ἔχουσαις, ὡς φασί τινες, ἔλλειπεὶ τὸ δορικὸν παραγραφικὸν ἐκ τοῦ πράγματος, οὐ γὰρ ἔνεστι 15 λέγειν, ὡς ἡ ἀπόστασις τῶν συμμάχων οὐκ ἔστι δημόσιον ἀδίκημα. Ὑπεστὼν οὖν τὸ παραγραφικόν, οἷον ἐφ’ οἷς ἕτεροι πεποιήκασιν οὐ δεῖ με κρίνεσθαι. Ἰστέον δέ, ὅτι τοῦ παραγραφικοῦ τούτου εἰκαιοτάτος ἐστὶ τόπος μετὰ τὴν πηλικότητα καὶ τὸ πρὸς τι, ἀκμάζοντος 20 ἤδη τοῦ κατηγοροῦ ἐν ταῖς αἰξήσεσι· τὴν δὲ δύναμιν τοῦ κεφαλαίου μάλιστα Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος παρέστησεν, ἀντιληπτικοῦ τινος ἐμπεσόντος αὐτῷ, ἐπειδήπερ Αἰσχίνης ἠτιάτο ἐκ τῶν συμβεβηκότων τὴν Δημοσθένους συμβουλίαν, ὡς πολλῶν αἰτίαν τῇ πό- 25 λει συμφορῶν γενομένην, ἅπερ ἐκεῖθεν λαβὼν ὁ Ἑρμογένης τῇ τεχνολογίᾳ ἀντέθηκε· καὶ μὴν καὶ Θουκυδίδης ἐν τῇ Περικλέους δημηγορίᾳ μετὰ πολλοῦ ἀξιώματος παρέλαβεν αὐτό, καὶ γὰρ ἐκεῖ ἀντιληπτικὸν ἦν τὸ ὅλον, αἰτίαν ἔχοντος Περικλέους, ὡς πεπεισὼτος τὸν δῆμον 30 πολεμεῖν οὐκ ἐν συμφέροντι. συνέβη γὰρ ἐντεῦθεν δημσῆναι