Ancient Greek
326.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 326.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ἀπ’ ἀρχῆς ἄχρι τέλους ταῦτὰ εἶναι τῇ προβολῇ, σαφὲς ὅτι κατὰ τὴν ὕλην ἀλλ’ οὐ τὴν μεταχειρίσιν τῶν κεφαλαίων οἶδε τὴν ταυτότητα· μία μὲν γὰρ αὐτῶν ἡ ὕλη, τὰ περιστατικά· διάφορος δὲ ἡ χρήσις· τὰ μὲν γὰρ ἀποδεικτικῶς, ἡ δὲ προβολὴ ἀψευτικῶς· πρόεισιν. Πρὸς δὲ τῇ διανοίᾳ· τοῦτο γὰρ ἡμῖν καθολικὸν ἔστω παράγγελμα, ὡς τῶν πραγμάτων τὰ τε ὑφ’ ἡμῶν κακῶς πεπραχθαι δοκοῦντα διὰ τῆς γνώμης χρή συνιστᾶν, τὰ τε ἐνδοξὰ τῶν ἐναντίων τῇ γνώμῃ διαβάλλειν· διάνοιαν δὲ ἐνταῦθα λέγει τοῦ φεύγοντος· παραληπτέον δὲ ταύτην κατὰ τρόπους ὀκτώ· παράδειγμα δὲ ὁ στρατηγὸς ὁ τὸν λιμένα χῶσας καὶ νενικηκὼς τὴν ναυμαχίαν, τῶν στρατιωτῶν οὐ δυνάμενων καταφεύγειν εἰς αὐτόν· πρῶτον μὲν διηγηματικῶς, ὅτι βουλευομένῳ μοι, τίνα τρόπον ἂν κρατήσαιμι τῶν πολεμίων, τοῦτο μόνον ἀξιοχρεῶν ἐφάνη πρὸς τὴν νίκην στρατήγημα· δεύτερον ἐκ τῆς διανοίας τῶν δικαστῶν, ὅτι καὶ ὑμᾶς ἀξίων ἐνθυμηθῆναι τὰ τριχᾶστα περιστώτα, ὡς οὐκ ἐνῆν ἄλλως νικᾶν· τρίτον ἐκ τοῦ ἀνελεῖν τὰς ὑποψίας, ὅτι οὐ καταπροδοῦναι βουλόμενος τὰ κοινά· τέταρτον ἐκ τοῦ πιστώσασθαι τὴν οἰκείαν διάνοιαν ἐκ τῆς κατὰ τὸ πρόσωπον ποιότητος, ὅτι ἀναγκαίως εἶχέ μοι τὸ κοινῇ συμφέρον ἐλέσθαι στρατηγῷ ὄντι· πέμπτον ἀπὸ τῆς χρήσεως τῶν δικαζόντων, ὅτι καὶ ὑμεῖς οὐκ ἄλλην γνώμην περὶ ἐμοῦ ἔχοντες, ἀλλ’ εὖνους με τῇ πόλει ἐπιστάμενοι στρατηγὸν ἐχειροτονήσατε· ἕκτον ἀπὸ παραδειγμάτων, ὅτι καὶ τὸν ἐμπροσθεν χρόνον εὖνους ὡν ὑμῖν χρήματα εἰσέφερον καὶ προεκινδύνευον τῆς πόλεως· ἕβδομον ἐκ τοῦ ἐναντίου κατὰ πιθανὴν ἀπολογίαν, ὅτι καὶ μὴν εἰ προδιδόμμι τὰ κοινὰ ἐβουλόμην, οὐχ ἂν οὕτως ἐποίουν· ὀγδοον κατὰ τὸ ἀναγκαῖον, ὅτι οὐδ’ ἐνῆν ἄλλως βοηθῆσαι τοῖς πράγμασιν.