Ancient Greek
327.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 327.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ δ) Καὶ τόπον ἔρει· τῷ καθόλου ἐπιχειρήματι βεβαιώσει τὸ ἐγκλήμα· ἀνήρηται γὰρ τὸ φορτικὸν τῆς καταδρομῆς τῷ μὴ κατὰ τοῦ ἑαυτοῦ παιδός, ἀλλὰ κατὰ παντὸς πόρονον τὸν ἀριστεὰ διαλέγεσθαι. Ἐν πάσῃ γὰρ ἀντιθέσει δεύτερον τὸ ἀντιστατικὸν ἐν τῷ ἀντεγχήματι τέθεικεν· οὐ γὰρ προφανὲς ἐστὶ τὸ εὐεργέτημα ἐνταῦθα, καθάπερ ἐν τῇ ἀντιστάσει· ἐκ πρώτης οὖν εἰσάγων αὐτὸ ἀσθενέστερος εἰς ἀπολογίαν ἐτύγχανεν. Ἔρει δὲ τι καὶ ἀντιστατικόν· φησὶν ὁ Μητροφάνης, ἐπισυμπλέκεσθαι μὲν ἀλλήλαις τὰς ἀντιθετικάς, ὡς ὁ τεχνικὸς φησιν, ἐπὶ μέντοι ἀντιστάσεως ἀντεγληματικὸν οὐχ εὐρίσκεσθαι· ἡ γὰρ περὶ ἄψυχον γέγονε τὸ ἄδικημα, ὡς ἐπὶ τοῦ τὸν λιμένα χωσάντος, ἡ περὶ ἄλογον ζῶον, οἷον ἵππος ἐξέφερεν εἰς τοὺς πολεμίους ἀναβάτην· τῶν συστρατιωτῶν τις βαλὼν ἀπέκτεινε τὸν ἵππον καὶ κρίνεται ὑπὸ τοῦ δεσπότου βλάβης· πῇ δὲ οὔτε εἰς ἄψυχον, οὔτε εἰς ἄλογον, ἀλλὰ κατὰ περίστασιν μὴ προσιέμενον τὸ ἀντεγληματικόν· οἷον τύραννος ἤτησεν ἐκ πόλεως ἀστυγείτονος μειράκιον ὥραιον, πόλεμον ἀπειλῶν εἰ μὴ λάβοι· προσήχατο τὸν πόλεμον ἡ πόλις· πολιορκοῦντος τοῦ τυράννου τὴν πόλιν ὁ πατὴρ ἀποκτείνας τὸ μειράκιον ἀπὸ τῶν τειχῶν ἔρριψεν· ἀνέζευξαν οἱ πολέμιοι καὶ κρίνεται ὁ πατὴρ φόνου· ἐν τούτοις γὰρ οὔτε τῷ λιμένι οὔτε τῷ ἵππῳ ἀντεγχαλέσει τις ὡς ἀξίοις, τῷ μὲν χωσθῆναι, τῷ δὲ ἀποκτανθῆναι· τὸ μὲν γὰρ ἄψυχον, τὸ δ’ ἄλογον· οὔτε τῷ μειρακίῳ, οὐδὲν γὰρ ἠδίκησε καλὸν ὄν. Ὅλως τε πᾶσαι· οὐ γὰρ μόνον σύνδυο ἀλλήλαις ἐπιπλέκονται, ἀλλ’ ἐσθ’ ὅτε καὶ πλείους· οἷον νόμος νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας· αἰχμαλώτους νυκτὸς ἀποδράντας ἐκ τῶν πολεμίων καὶ καταφρύγοντας ἐπὶ τὸ τεῖχος ὁ στρατηγὸς οὐχ εἰσδέχεται· εἶτα τῶν πολεμίων ἐπικαταλαβόντων καὶ διαχωρισαμένων αὐτοὺς κρίνεται δημοσίων ἀδικημάτων· τρία γὰρ ἐνταυθοῖ ἐμ-