Ancient Greek
328.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 328.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΟΥ πίπτωκε· τὸ μεταστατικὸν μεταφέρων τὴν αἰτίαν ἐπὶ τὸν νόμον· τὸ ἀντιστατικόν, ὅτι ἐπεισέδραμον ἂν οἱ πολέμιοι· τὸ συγγνωμονικόν, ὅτι τὸ συμβησόμενον ἠγνῶουν. Ἐντεῦθεν ἀπορεῖται, τίνος ἂν εἴη στάσεως τὸ ζήτημα, τοσούτων ἐμπεπτωκότων, ὥστε καὶ τὸν Ἀποχρατίωνα ὑπ’ ἀπορίας τεσσαρεσκαίδεκάτην στάσιν τοῦτ’ εἶναι λέγειν· τῷ δ’ οὐκ ἔχοῦν παραλύειν δηλοῦντι τὸν ὑπὸ τῶν παλαιῶν παραδοθέντα τῶν στάσεων ἀριθμόν, ἀλλ’ ἐν τοῖς τοιούτοις ἀναιροῦντας δεῖ τῶν ἐμπεπτωκότων ἀντιθετικῶν ἕκαστον, ὅπερ ἂν εὕρωμεν ἐκ τοῦ ἀναιρεῖσθαι λυποῦν τὴν ἀπολογίαν, τοῦτό τε νομίζων ἰσχυρότερον, καὶ τὴν στάσιν ἀπὸ τούτου λαμβάνειν, τὰ δ’ ἄλλα κεφαλαίων πληροῦν τόπον, οἷον ἐπὶ τοῦ μὴ ἀνοίξαντος τὰς πύλας τοῖς ἀποδράσιν. Ἄν τὸ συγγνωμονικὸν ἀνέλωμεν, ἰσχυρὰ μένει τὰ τῆς ἀπολογίας, ἂν δὲ καὶ τὸ ἀντιστατικόν, ἰσχυρὰ πάλιν μένει· ἂν δὲ τὸ μεταστατικόν, τὸ πᾶν ἐφθαρται, μὴ γὰρ μεταφέροντες τὴν αἰτίαν ἐπὶ τὸν νόμον εὐθὺς ὁρῶμεν ὅλην τὴν ἀπολογίαν χωλεύουσαν, ὥστε μεταστάσεώς ἐστι· καὶ ἄλλως· κατὰ τὸν ἐν τῇ διανοίᾳ τοῦ φεύγοντος ὀγδοὸν τρόπον τὸν ἀπὸ τοῦ ἀναγκαίου, οἷον ὅτι οὐδὲ ἄλλως ἐνῆν γενέσθαι· δοκεῖ οὖν ὡςπερ τις ἐρώτησις ἐκ τῶν δικαστικῶν φέρεσθαι· καὶ πῶς ἄλλως οὐκ ἐνῆν; εἶτα ἐκ τῆς ἀντιθέσεως ἢ ἀπάντησις, καὶ ὅπερ ἂν μᾶλλον ἀρμόσῃ πρὸς τὴν ἐρώτησιν, πρῶτον εὐθὺς ἐκδραμόν, ἀπ’ ἐκείνου χαρακτηριζόμεν τὴν στάσιν· προεκδραμεῖται δὲ πάντως τὸ ἰσχυρότερον. Ζητοῦσι δέ τινες, τίνι διαφέρουσιν αἱ ἀντιθετικαὶ στάσεις τῶν ὁμωνύμων αὐτῶν κεφαλαίων· διαφέρει τοίνυν τὸ μὲν ἀντιστατικὸν τῆς ἀντιστάσεως, ὅτι οὐ μόνον ταῖς ἀντιστατικαῖς ἀπάσαις συμπλέκεται, ἀλλὰ καὶ στοχασμῷ καὶ ἀντιλήψει· στοχασμῷ μὲν, οἷον νέος πλούσιος πολέμου