Ancient Greek
361.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 361.1
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΣΤΑΣΕΙΣ μὲν πλεῖστοι κέχρηνται, ἐκείνῳ δὲ ὀλίγοι· ἐπεταὶ δὲ τῇ μεταλήψει τὸ πρὸς τι, ἑκατέρου ἐξεταζόντος, πότερον τῶν νόμων δεῖ παραβαίνειν. Καὶ τὸ ἴδιον μᾶλλον· τί δήποτε φησι μᾶλλον, ὡς ἂν καὶ τῶν ἄλλων ἰδίων ὄντων· καὶ μὴν ἐκεῖνα κοινὰ τῇ ἀντινομίᾳ πρὸς ῥητὸν καὶ διάνοιαν· φαμέν δὲ, ὅτι καὶ τὰ κοινὰ ἐν τινὶ ὄντα ὡςπερ ἴδια αὐτοῦ γίνονται. Κἀνταῦθα μὲν χαλεπῶς. ἰστέον, ὅτι δυνάμεθα καὶ ἐπὶ τοῦ ἀποκηρύκτου τὸ περιἔχον καὶ περιεχόμενον εὑρεῖν· εἰ γὰρ ἀναδράμοιμεν ἐπὶ τὴν πρώτην τοῦ νόμου διάνοιαν, ἐν οἷς φησιν, ὅτι τότε λέγει ὁ νόμος, εἰργεσθαι τῶν πατρῴων τὸν ἀποκήρυκτον, ὅταν ὡς κληρονόμησων τῆς οὐσίας ἀντέχηται, οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων, ἐντεῦθεν εἰς τὸ περιέχον καὶ περιεχόμενον ἐξομεν· οἷον εἰ μὲν λάβοιμι τὴν ναῦν, ἑκάτερος φυλαχθήσεται τῶν νόμων, καὶ ὁ κύριον ποιῶν τὸν ἐπιμείναντα, καὶ ὁ τῶν ἀποκηρύκτων· οὐ γὰρ ὡς κληρονομήσων κατὰ τοὺς περὶ τῶν παίδων νόμους πρόσειμι τῇ νηῖ, εἰ δὲ με ἀποστεροῖης, ὁ περὶ τῶν ἐπιμεινάντων λυθήσεται.