Ancient Greek
361.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 361.3
Unproofread scanNot analysed yet
Περί συλλογισμοῦ. Ὁ συλλογισμός· ὠνόμασται μὲν συλλογισμὸς ἀπὸ τοῦ κατὰ φιλοσοφίαν συλλογισμοῦ· ὥσπερ γὰρ ἐκεῖνος διὰ τῶν ἀληθῶν ἀποδείξεων κατασκευάζει τὸ ζητουμενον, οὕτω καὶ οὗτος διὰ τῶν πιθανῶν λόγων εἰς ταῦτὸ ἄγει τὸ ἄγραφον τῷ ἐγγράφῳ· περὶ δὲ τῆς τάξεως αὐτοῦ εἴρηται ἐν τῇ ἀντινομίᾳ. Προβολὴ πράγματος. Ἐνταῦθα ὁ κατήγορος οὐ προβολὴν ἔχει ῥητοῦ, ἀλλὰ προβολὴν πράγματος· προβαλεῖται γὰρ τὸ γεγονός· ἐνταῦθα μὲν γὰρ τὸ ῥητὸν λυτικὸν γίνεται τῆς προβολῆς· ἐπὶ δὲ τῶν ἄλλων στάσεων συναναλαμβάνεται αὐτῇ καὶ λύεται τῇ διαιρέσει τὸ ῥητόν. Ζητητέον, τί διαφέρει ἡ στάσις αὕτη τῆς ἀντιλήψεως· καλεῖ γὰρ νό-