Ancient Greek
403.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 403.3
Unproofread scanNot analysed yet
Περὶ ἐνθυμήματος. Τὸ δὲ εὑθύμημα δόξαν ὁρμῆντος ἀποφέρεται μείζονα γνωσθέν. καὶ τὰ λοιπά. Ἐνθύμημά ἐστι συνεστραμμένος συλλογισμός· 2 ἀτελὴς καθ᾽ ἓν ἀξίωμα· ἕτεροί δὲ φασιν, ὡς ἐνθύμημά ἐστι τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα, προσ-αγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ· διαφέρει δὲ συλλογισμὸς διαλεκτικὸς ἐνθυμήματος, ὅτι ἐν μὲν τῷ συλλογισμῷ πάντα τὰ λήμματα τιθέντες 3 κατὰ τὴν ἰδίαν τάξιν ἐπιφέρομεν τὸ συμπέρασμα· ἐν δὲ τῷ ἐνθυμήματι οὐ πάντα τὰ λήμματα τῆς ἐπιφοράς εἰπεῖν ἀναγκαῖον· ἀλλ᾽ ἢ τὰ λήμματα παραλείπομεν, ἢ τὴν ἐπιφορὰν, οὔτε μὴν τάξει 4 χρῶμεθα· ὥστε πρότερον μὲν εἶναι τὰ λήμματα, ἐπὶ πᾶσι δὲ τὴν ἐπιφορὰν· ἀλλ᾽ ὡς ἂν τύχῃ, λόγον 5 εἰσφέρομεν· καὶ 6 οὕτω μὲν Ἀλέξανδρος. Νεο-κλῆς δὲ φησιν, ὅτι ὁ μὲν συλλογισμὸς ἐκ λημμάτων καὶ ἐπιφοράς συνέστηκε· τὸ δὲ 7 ἐνθύμημα παρὰ τὸ ἐπιχεί-