Ancient Greek
404.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 404.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ ρημα συνειλημμένως ἐκφέρεται καθ’ ἓν ἀξίωμα ἦθους καὶ πάθους, ἐξθ’ ὅτε συναναμεμιγμένων. τόποι δὲ ἐνθυμηματικοὶ εἴκοσιν εἰς· πρῶτος ὁ ἐκ τοῦ ἐναντίου λαμβανόμενος, ἀκολουθεῖ γὰρ τὰ ἐναντία τοῖς ἐναντίοις· καὶ γὰρ εἰ ἡ σωφροσύνη καλόν, αἰσχρὸν ἡ ἀκολασία· καὶ εἰ αἰσχρὸν ἡ ἀδικία, καλὸν ἡ δικαιοσύνη. δεύτερος ὁ ἐκ τοῦ ἐνδεχομένου καὶ ἐπὶ μέρους, οἷον εἰ εὐεργετουμένοι μισοῦμεν, καὶ κακὰ πάσχοντες ἀγαπήσομεν· τρίτος ὁ ἐκ τοῦ πρὸς τι, οἷον εἰ γὰρ μὴ ὑμῖν τὰ φαῦλα προστάσσειν παράνομον, οὔδ’ ἐμοὶ τὸ πεισθέντα ἐργάσασθαι· τέταρτος ἐκ τῶν αἰτίων καὶ τῶν ποιητικῶν καὶ γενέσεων καὶ φθορῶν, οἷον εἰ ἀγαθὸν καὶ καλὸν ἡ φιλανθρωπία, καὶ τὸ ἐκ ταύτης γενόμενον· πέμπτος ἐκ τοῦ μᾶλλον καὶ ἧττον· οἷον εἰ γὰρ υἱὸν ἀπέκτεινεν ἴδιον, πῶς ἀλλοτρίον φεῖσται· ἕκτος ἐκ τῆς ἀκολουθήσεως κατὰ τὸ μᾶλλον· οἷον εἰ ἀγαθὸν τὸ ποθεῖν, οἱ τὰ μάλιστα ποθοῦντες ἄριστα ἂν ζῶν· ἀλλὰ μὴν ὁρῶμεν αὐτοὺς πολλάκις διαπταίοντας. ἕβδομος ἐκ τῶν ἡμῶν πρὸς τὸ ὑποκείμενον· οἷον δεῖ τὸν μείζονα ὑπερέχειν κατ’ ἀρετήν, εἰ δὲ μὴ, γελωτὸν ἂν εἴη, εἰ ὁ χειρὸν ἀνακρίνοι τὸν βελτίω· ὀγδοος ἐκ τοῦ ἀναλόγου· οἷον ὥσπερ τις τοὺς μισθοφόρους ποιεῖται πολίτας δι’ ἐπείκειαν, οὕτω καὶ φυγάδας ποιεῖται τις