Ancient Greek
436.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 436.5
Unproofread scanNot analysed yet
Συγκριτικὰ εἰσι προβλήματα ἐν μὲν στοχασμῷ οἱ διπλοὶ τέλειοι ἢ 1 καὶ ἄτελεῖς ἐκ μόνων προσώπων. ἐν 15 δὲ ὅροις ὁμοίως οἱ διπλοὶ, ὡς ἐπὶ τοῦ ῥήτορος, καὶ τοῦ δορυφόρου, τοῦ μὲν λόγους εἰπόντος κατὰ τυράννου, τοῦ δὲ ἀκούσαντος καὶ ἀποκτείναντος αὐτόν, καὶ ἀμφισβητούντων περὶ τοῦ γέρος· ἑκάτερος γὰρ ἑαυτὸν μὲν τυραννοκτόνον κατασκευάσει εἶναι· τὸν δὲ ἕτερον μὴ εἶναι. 20 β’. χρησόμεθα δὲ· μελετητικὰς ἐφόδους τὰς ἐργασίας οἴμαι καὶ τὰ ἐνθυμήματα καὶ τὰ ἄλλα καλεῖν· τῶν 2 δὲ ἀπὸ τε τῶν πρὸ τοῦ πράγματος καὶ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα συμβαινόντων.