Ancient Greek
437.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 437.1
Unproofread scanNot analysed yet
ΠΡΟΛΕΓΟΜΕΝΑ ΕΙΣ ΙΛΕΑΣ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΙΛΕΩΝ. Τὸν πολιτικὸν λόγον δεῖ καὶ τὸ μὴ ἀδύνατον ἔχειν, τούτῃστι τὸ δυνάμενον πείσαι, καὶ τὸ ἡδύ. τὸ μὲν οὖν δυνατόν ἐκ τῆς γνώσεως τῶν κεφαλαίων τῶν καθ’ ἕκαστην στάσιν γίνεται, περὶ ὧν ἐδίδαξεν Ἐρμογένης ἐν τῇ περὶ τῶν στάσεων πραγματείᾳ· ὁ γὰρ τὰ κεφάλαια μαθὼν οἶδε δή που καὶ ἐνθυμηθῆναι· ὁδηγεῖ γὰρ ἡμᾶς ἐπὶ τὴν τῶν ἐνθυμημάτων εὕρεσιν τὰ κεφάλαια, ἃ καὶ βιάζεται τὴν τοῦ ἀκροατοῦ διάνοιαν, καὶ ἀναγκάζει πειθεσθαι· τὸ δὲ γε ἡδὺ ἐκ τῆς ποικιλίας τῶν σχημάτων