Ancient Greek
466.1 to 466.14
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 466.1-14
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΛΟΥ Ὁδοὺς ἐκπέση τῆς οἰκείας φύσεως, ὡς μὴ τὸ προκειμενον αὐτὸ μόνον λέγειν, εἰς τὸν τῆς περιβολῆς ἐμπίπτει λόγον. ἡ. Περιβάλλει δέ. τῷ πράγματι παρακολουθοῦσι τὰ λοιπὰ περιστατικά· ἐὰν μὲν οὖν τὸ πράγμα εἴπης χωρὶς τῶν περιστατικῶν, καθαρότητα ποιήσεις, εἰ δὲ προσθήσεις καὶ αὐτά, περιβολὴν ἀπεργάση οἷον, Χριστὸς γεννᾶται, τὸ πρᾶγμα ἐστι μόνον, ἐὰν δὲ ἐπεξεργάση τὸ πῶς ἐγεννήθη καὶ ποῦ καὶ πότε, περιβολὴν ποιήσεις· ὁμοίου δέ ἐστι καὶ τὸ ἐχορήγησα· εἶτα εἰ προστίθης τὸν χρόνον, ὅτι τρίτον ἔτος τούτῃ, εἶτα τὸν τόπον, ποῦ· ὑπεσχόμην ἐν τῇ ἐκκλησίᾳ τοῦτο ποιεῖν· εἶτα τὴν αἰτίαν· „ἐπειδὴ,“ φησίν, „οὐ καθεστηκότος χορηγοῦ στάσις ἦν. “εἶτα τὸν τρόπον, ὅτι ἐθελοντής. ταῦτα εἰ προστίθης, περιβάλλεις· ἴστέον δέ, ὅτι τὰ περιστατικὰ οὐ προηγουμένως, ἀλλὰ κατὰ δεύτερον λόγον δόξει μὲν λέγειν καθαρῶς, οὐδὲν δὲ ἧττον περιβάλλει· τὸ δὲ ἢ τι τοιοῦτον προσέθηκε διὰ τοὺς λέγοντας, ὧν καὶ Πορφύριος ὁ φιλόσοφός ἐστιν, ἑβδομον περιστατικὸν τὴν ὕλην. θ’. Πρὸ αὐτοῦ τοῦ πράγματος· εἰ γάρ τις, φησί, μετὰ τὸ πρᾶγμα τάξει τὰ περιστατικά, δόξαν μὲν καθαρότητος δίδωσιν, οὐ μὴν καθαρῶς ὡς προσῆκον ἐρεῖ· ἴδιον γὰρ μάλιστα καθαρότητος τὸ μὴ κεχρῆσθαι τοῖς περιστατικοῖς. ι. Καὶ τὰ ἐφεξῆς· ἐστι δὲ τὸ ἐφεξῆς τόδε, ὥστε πολὺν χρόνον πᾶνυ μήτε τῶν ἰατρῶν μηδένα προσδοκῶν περιφενξεῖσθαι με, ὑγιάνας καὶ σωθεὶς ἀπροσδοκήτως, ἔλαχον αὐτῷ τὴν δίκην τῆς αἰτίας ταυτήνι. ια. Καὶ τὸ ἀφηγηματικῶς· ποιεῖ, φησί, καθαρὰν τὴν μέθοδον καὶ ΣΧΟΛΙΑ ΕΙΣ ΙΛΕΩΝ ΤΟΜ. α