Ancient Greek
467.2
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 467.2
Unproofread scanNot analysed yet
ἡ ἀφήγησις, οὖσα καὶ αὐτὴ μέθοδος, ἀλλ’ οὐ σχῆμα· 39 κἂν ἀμφισβητήσωσιν ἡμῖν τινες τῶν σοφῶν, οὐ συγ- 40 χωρήσομεν· οὐ γὰρ τὰ σχήματα ἄλλοις τισὶ γινέσθαι σχήμασι πέφυκε· διαφέρει 41 δὲ ἀφήγησις διηγήσεως, ὅτι ἡ μὲν διήγησις ἐκθεσίς ἐστι πράγματος μετὰ τὰς προ- 5 οιμιὰκὰς ἐννοίας ταπτομένη· ἡ δὲ ἀφήγησις κατὰ μὲν τὸν 42 Τιβέριον σχήματος ἐστὶν ὄνομα, 43 δι’ ἧς οὐ τὰς διηγήσεις μόνας προάγομεν, 44 ἀλλὰ καὶ πλεῖστα ὅσα κε- 10 φάλαια· κατὰ δὲ Ἑρμογένην μέθοδός ἐστιν, ἣν καὶ προεῖπε σχῆμα εἶναι διανοίας. Ἰβ. Καὶ γὰρ ὁρθώσας. 45 ὀρθώσας μὲν τοιούτοι 46 κατ’ ὀρθὴν πτώσιν προσφέρων τὸν λόγον· οἷον 47 „ἐγώ, ὦ Ἀθηναῖοι, προσέχρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι“· πλαγιάσας δὲ, κατὰ τινὰ τῶν πλαγίων πτώσεων ἀφηγουμένους· οἷον 48 „τοῦ γὰρ Φωχικοῦ συστάντος πολέμου, οὐ δι’ ἐμέ. “με- 15 ρίσας δέ· οἷον 49 „εἰ μὲν περὶ καινοῦ τινος πράγματος προϋτίθετο, ὦ Ἀθηναῖοι, λέγεω. “ἢ οὕτως. 50 „Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἑθνέων. “συμπλέξας δέ, οἷον, „καὶ σπουδαῖα νο- 20 μίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα περὶ ὧν βουλεύεσθε. “51 ἢ ὡς ἐν τῷ πρὸς Λεπτίνην· „τρία γὰρ τὰ μέ-