Ancient Greek
471.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 471.3
Unproofread scanNot analysed yet
Μετὰ δὲ τὸν περὶ σχημάτων λόγον τῆς καθαρότητος, καὶ τὰ λοιπά. Πρῶτον μὲν ἡ ἀπλῆ· τουτέστιν ἡ ἀπερίεργος καὶ πεζή. β'. „Ἡ λογοειδεστέρα“ τουτέστιν ἡ κωμικωτέρα καὶ προβεβληκυῖα λόγῳ πεζῷ κατὰ συνθήκην, ὅθεν τινὲς καὶ ῥητορικὴν ἐμμετρον τὴν κωμῳδίαν ἐκάλεσαν· πολλοὺς 2 γοῦν παρὰ τε τῷ Ἰσοκράτει καὶ μάλιστα τῷ 3 Δημοσθένει λανθάνοντας ἰάμβους τε καὶ χολιάμβους 4 ἐστὶν εὑρεῖν διὰ τὴν ἐναρμόνιον συνθήκην τῶν λέξεων, ὡς εὐθὺς ἐν τῷ 5 πρώτῳ τῶν Φιλιππικῶν· „δήλον γὰρ ἐστὶ τοῖς Ὀλυνθίοις, ὅτι νῦν οὐ περὶ δόξης οὐδ' ὑπὲρ μέρους χώρας 7 κινδυνεύουσιν,“ οὐχ ὡς τῶν 8 ῥητόρων ἐπιτηδευσάντων καὶ ἐμμετρα λέγειν· ἀλλότριον γὰρ τοῦ πολιτικοῦ λόγου· τὸ 9 τοιοῦτον, ἀλλ' αὐτοφυῶς εἰς μέτρον ἀπενεχθείσης 10 τῆς φράσεως. γ'. Ἡττον γάρ· ἡ γὰρ ἐξ