Ancient Greek
472.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 472.1
Unproofread scanNot analysed yet
ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΑΛΑΙΟΥΛΟΥ ἰάμβων καὶ τροχαίων συνθήκη οὐ τοσοῦτον ὕψος ἐργάζεται τῷ λόγῳ, ὅσον ἡ ἐκ σπονδειῶν καὶ δακτύλων συνεστῶσα· τοῖς γὰρ χρόνοις συμβαίνει καὶ ὁ κόμπος τοῦ λόγου, ὁ δὲ πεζὸς λόγος ὡς ἐπὶ τὸ πλεῖστον 11 ἐξ ἰάμβων καὶ τροχαίων ἐστὶ· διὸ καὶ ἱάμβοι πεζοφανεῖς εἰσὶ πολλάχου· δεῖ τοίνυν καὶ τὸν καθαρὸν λόγον ἱαμβοφανῆ εἶναι· τὸ δὲ διῆρται ἀντὶ τοῦ ἐπῆρται πρὸς ὀχγον· δ’. Οὐ δεῖ δὲ τὸ ἀκριβές· ὁ μὲν Διονύσιος 12 καὶ τὸ βάθος ἐξετάζων τοῦ λόγου μέχρι τῶν στοιχείων καταγίνεται· 13 ὁ δὲ τεχνικὸς τοὺς λόγους εἰδὼς 14 δίχην πτηνῶν παρερχομένους ἐκείνων 15 παρακελεύεται φροντίζειν κατὰ τὴν συνθήκην, οἷς δύναται παρακολουθεῖν ἡ αἰσθῆσις τοῦ ἀκούοντος· 16 ἀγαπητὸν γάρ, εἰ τὴν ἐπιφάνειαν καταλάβοι, μήτι γε δὴ τὴν ἐν τῷ σώματι κεκρυμμένην τοῦ λόγου συνθήκην· εἰ γὰρ τοῦ ῥήτορος ὁρῆδην 17 λέγοντος ὁ ἀκροατὴς ἐθελήσει 18 τὸ βάθος σκοπεῖν, ἀγνοήσει τοῦ λόγου τὴν δύναμιν, ἐν ᾧ τὴν τοιαύδε συνθήκην διαγνῶναι σπουδάζει, καὶ ἀλῶς εἰπεῖν ταυτόν ἐν πάθαι τῷ βουλομένῳ καταλαβεῖν τῶν ὀρνέων τὴν φύσιν, καὶ μὴ 19 σπουδάζοντι τῇ πτήσει παρατεῖναι τὴν θέαν. 20 ε. Καὶ λέγω δὴ τοῦ φυσικοῦ· φυσικὸν κα-