Ancient Greek
496.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 496.3
Unproofread scanNot analysed yet
Μέθοδος δὲ τραχύτητος μία τὸ ἀπαχαλιπτόν καὶ φιλοῦς κατ’ ἐπιτιμήσιν, καὶ τὰ λοιπά. Φιλῶς κατ’ ἐπιτίμησιν· τούτεστι γυμνῶς, ἀναφανδόν, κατ’ ἐπιτίμησιν δὲ· ὥσπερ τὸ οὐκ αἰσχύνεσθε. τὸ δὲ ἄλλὰ μὴ ἄλλως πως, ἀντὶ τοῦ μὴ μετὰ παραμυθίας. β. Διορρωγμένοι· ἐπὶ κλεπτῶν γὰρ λέγεται. γ. Οἷον ἀταρπός· τὸ γὰρ ρ καὶ τὸ π ἐπενεχθέν βεβιασμένην ἐποίησε τὴν ἐκφώνησιν τοῦ πνεύματος· πῇ μὲν ἄνω φερομένου πρὸς τὸν οὐρανόν, πῇ δὲ κλωμένου· προηγοῦμενον γὰρ τὸ ρ οὐ συγχωρεῖ ἐν τῷ αὐτῷ πνεύματι συνεκφωνηθῆναι τῷ π, ἀλλ’ ἀναγκάζει μερίζειν τὸν ἦχον τῆς φωνῆς· οὐδὲν καὶ τῶν στοιχείων ἐναλλασσομένων καὶ προτερεῖντος τοῦ π λειοτέρα ἡ λέξις γίνεται, οἷον πρόσωπον· ἐξίσχυσε γὰρ ἐνταῦθα τὸ ρ στοιχεῖον ἐν τῷ ἐνὶ πνεύματι συνεκφωνηθῆναι τῷ π· ὁμοίως δὲ καὶ τὸ ἔμαρπτε