Ancient Greek
497.1
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 497.1
Unproofread scanNot analysed yet
πτε κατὰ τὸν αὐτὸν λόγον σκληρὸν καὶ αἱ λοιπαὶ λέξεις διὰ τὴν ἐκφώνησιν τῶν στοιχείων. δ. Εἶτα Ὀλύνθιους ἐν τῷ πρὸς Λεπτίνην. 19 ε. Βουλεύεσθαι ὡς Ἀθηναῖοι. 20 τοῦτο οὐχ ἀφ’ ἑαυτοῦ φησι Δημοσθένης, ἀλλὰ Τιμοθέῳ τῷ στρατηγῷ περιιθῆναι τὴν ἐρώτησιν, διό καὶ ὡς παράδειγμα ληφθέν οὐκ ἔστι τραχύ. ἣν δ’ ἂν τραχύ, εἰ ἐν ὑποθέσει παρούση Δημοσθένης ἢ τις ἄλλος ἀφ’ ἑαυτοῦ τοῦτ’ ἔλεγεν. ζ’. Ἐξ ἀνοικείων· ἀνοῖκαιοι καὶ ἀνακόλουθοι πόδες εἰσιν οἱ μὴ συγγενεῖς ἀλλήλοις, οἷον πυθόχιος καὶ σπονδειός, ἱάμβος καὶ ἰωνικὸς ἀπ’ ἐλάσσονος· οὐδεμίαν γὰρ συγγένειαν ἔχουσι πρὸς ἀλλήλους, οἷαν ἔχει δάκτυλος τυχὸν πρὸς ἀνάπαιστον, καὶ πρὸς δάκτυλον σπονδεῖος.