Ancient Greek
501.1 to 501.29
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 501.1-29
Unproofread scanNot analysed yet
ΣΧΟΛΙΑ ΕΙΣ ΙΛΕΩΝ ΤΟΜ. α Λέξεις δὲ λαμπραὶ αἱπερ ἐλέγοντο εἶναι καὶ σεμναί, καὶ τὰ λοιπά. α. Ἀποστάσεις· τὸ εἰς ἀρχὴν ἑτέραν δηλαδὴ ἀνά- γεν τὸν λόγον· οἷον οὕτως ἐγένετο τόδε καὶ τὰ τοιαῦτα. β. Εἰς ἀρχὴν ἀναγάγης· τούτεστιν εἰς ἑτέραν ἀρχὴν· τὸ δὲ κἂν ἀποστήσης, ἀντὶ τοῦ κατὰ ἀπόστασιν εἰπης· τὸ δὲ κατ’ ἀνάγκην, ἀντὶ τοῦ καταναγκαζόμενος ὑπὸ τοῦ πλαγιασμοῦ. γ. Λαμπρὸν δὲ οὐδαμῶς· λαμπρότητα γὰρ μάλιστα χαρακτηρίζει πλαγιασμός. δ. Ἡ ποιότητες· ἀντὶ τοῦ τὴν ποιότητα δεικνύουσαι τῶν πραγμάτων καὶ τὸ μέγεθος. ε. Τροχαϊκαῖς συνθήκαις· ταῖς μερικαῖς φησι ταῖς κατὰ μέσας τὰς περιόδους γυνομέναις· οὐ γὰρ δὴ ταῖς περατοῦσαις τὰς περιόδους· αὐτὸς γοῦν ἐπάγει, ὡς λαμπρὸς ἂν γένοιτο λόγος, εἰ ἡ ἀνάπαυσις γένοιτο σεμνή, δηλοῦντι ἢ πρὸς τῷ τέλει τῆς περιόδου. ζ. Καὶ τοιαῦται ἀναπαύσεις, ἐκεῖ γὰρ φησι δεῖν ἐκφεύγειν τοὺς τροχαίους. Περὶ ἀκμῆς Ὅπως μὲν ἡ σεμνότης καὶ μετ’ ἐκείνην ἡ τραχύτης, καὶ τὰ λοιπά. α. Ὡς ἐνεδειξάμεθα· ἐν γὰρ τῷ περὶ τραχύτητος εἶπεν, ὅτι καὶ ἡ τραχύτης καὶ ἡ λαμπρότης θεωροῦνται μὲν καθ’ ἑαυτὰς ἑκάτερα, εἰσὶ δὲ καὶ τῆς ἀκμῆς ἐργαστικαί. β. Διήρται· τούτεστι διάγραμμα καὶ ὀγκον ὁ λόγος ἔχει διὰ μακροτέρων τῶν λόγων ἐξενεχθείς. γ. Τῶν τοιούτων ὀνομάτων· τῶν τροπικῶν δηλοῦντι. ἐξ ἀποστάσεως γὰρ, τούτεστιν ἀσυνδέτως καὶ οἷον ἀφε- στηλὸς τοῦ προλεχθέντος λόγου καὶ διηρημένου. δ. Καὶ πλέον ἔχει τι· λαμπρότητα δηλοῦντι. ε. Ἐξ ἐπεμβολῆς· ἐπεμβολὴ ἐστι τὸ ἐξωθεν ἐπεμβάλλειν τὸν λόγον ΜΑΞΙΜΟΥ ΤΟΥ ΠΛΑΝΟΥΔΟΥ μὴ τῇ φύσει τοῦ πράγματος προσδοκιώμενον. ζ´. Πάνυ 3 τοι τὸ ἀποστατικόν· οὐ γὰρ εἰς ἀρχὴν ἀνήγαγε τὸν λόγον ὡςπερ ἐπὶ τοῦ 4 τοσοῦτον ὑλειπών. ζ´. Εἰ που τις ἀποστροφὴ· τὸ ἐξῆς εἰ ἀποστροφὴ τις καὶ ἥθος ἔχει. δ´ ἡ. Πῶς ὑμῖν· σφοδρὸν γὰρ καὶ ἠθικόν.