Ancient Greek
502.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 502.3
Unproofread scanNot analysed yet
Ἀπορήσειε δ´ ἂν τις ἐκ τούτων εἰκότως, καὶ τὰ λοιπά. Ἀπορήσειε δ´ ἂν τις· ἐδίδασκεν ἀνωτέρω, ὅτι ἐκ τραχύτητος καὶ σφοδρότητος ἐννοιῶν καὶ κώλων λαμπρότητος συνίσταται ἡ ἄκμη· εἶτα εὐχῶν τὸ „μέχρι τούτου 5 Λασθένης“ οὐ μόνον ἐκ τούτων συνεστηκός, ἐκ τραχύτητος λέγω καὶ σφοδρότητος ἐννοιῶν, ἐπειδὴ κατὰ προσόπων λέγει καὶ κώλων λαμπρότητος, οἷα μακρῶν ὄντων, καὶ διὰ ταῦτα ἀκμαῖόν ὄν, ἀλλ´ ἐτι καὶ ἐξ ἐννοίας λαμπρότητος, καθ´ ἣν πέποιθεν ὁ λέγων· συμμιγοῦς οὖσης 6 τῇ τραχείᾳ καὶ σφοδρᾷ ἐννοίᾳ, ἐξ ἧς λαμπρᾶς ἐννοίας οὐκ ἐγίνετο ἡ ἄκμη· φησὶν ὅτι ἐνταῦθα προϋπόκειται μὲν ἡ ἄκμη ἐκ τραχείας καὶ σφοδρᾶς ἐννοίας γενομένη καὶ κώλων λαμπρῶν· ἐπέρχεται δὲ πάλιν ἐξωθεν ἐννοια λαμπρὰ καὶ μίγνυται τῇ ἄκμῃ· καὶ θεωρεῖται τὸ „μέχρι 7 τούτου Λασθένης“. καὶ τὸ „ἀλλ´ ὁ τὴν Εὐβοιαν“ συγκειμενον ἐκ τε ἄκμης καὶ λαμπρότητος, καὶ τοι τῆς ἄκμης μὴ ἐξ ἄκμης καὶ λαμπρότητος συγκειμένης, ἀλλ´ ἐξ ὧν εἴηται πολλάκις· ὥστε τὸ „μέχρι τούτου Λασθένης“ οὐκ ἔστιν ἀπλῶς ἄκμη, ἀλλ´ ἄκμη ἐξ ἄκμης καὶ 8 λαμπρότητος· φησὶν οὖν, ὅτι εἰ καὶ ἄκμη ἔχει πολλὰ τῶν ἰδίων λαμπρότητος, καὶ διὰ τοῦτο ἂν λέγωμεν ἐνταῦθα μεμιχθαι λαμπρότητα καὶ ἄκμην, οὐδὲν ἧττον ἀκμαῖός 9 ἀπλῶς ἔσται ὁ λόγος· ἡ γὰρ ἄκμη περιέχει καὶ τὴν λαμ-