Ancient Greek
575.3
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 575.3
Unproofread scanNot analysed yet
Τὸ περιπλέκειν διαβάλλεται μὲν ὡς κακία τοῦ λέγειν, καὶ τὰ λοιπὰ. Περιπλοχὴ ἐστὶ τὸ διὰ μακρηγορίας ἐκτείνειν τὸν λόγον καὶ συγκαλύπτειν καὶ συσκιάζειν καὶ ἀσαφῶς λέ- 5γειν. Ἐγγὺς, φησί, τοῦ μνημονευθέντος ὧν τοῦ ἐστιν ἑτέρα περιπλοχή, τὸ ὑμεῖς δέ, συνεξακούεται γὰρ τὸ ἀμελεῖτε. Φιλοτιμὸς ἐστιν ὁ πρὸς δόξαν πολιτευόμενος, ἀφ’ οὗ καὶ φιλοτιμία. β. μετὰ συλλήψεως· σύλληψιν λέγει τὴν πρόσληψιν τοῦ ἀορίστου· τὸ οὐκ 10οἶδ’ ὅντινα μοι δοκοῦμεν. Ἐπὶ κεφαλαίων· ἀντὶ κεφαλαιωδῶς, καὶ τὸ μὲν κατασκευάζειν ἐπὶ τῶν ἀγῶνων νοεῖται, τὸ δὲ διδάσκειν ἐπὶ τῶν διηγήσεων, ἢ τὸ μὲν κατασκευάζειν ἐπὶ τοῦ δικανικοῦ, καὶ τοῦ στασιαζομένου συμβουλευτικοῦ, τὸ δὲ διδάσκειν ἐπὶ τοῦ ἀστασιά- 15στου συμβουλευτικοῦ καὶ τοῦ πανηγυρικοῦ.