Ancient Greek
575.5
Maximus Planudes, Scholia Eis Ten Hermogenous Technen 575.5
Unproofread scanNot analysed yet
τὸ „ἄνδρα μοι ἔννεπε. “Παραμυθομένων. Ἐρμογέους τοῦτο ἐφερμηνευτικὸν τοῦ ὅσα δέδηγμαί, κείμενον διὰ μέσου. Ἀχαργεῦσιν· δράμα Ἀριστοφάνους οὕτω καλουμένου. Τὸ πικρόν· διατί, ἐπειδὴ τὸ πρόσωπον, ὅπερ μέλλεις ἐπαινέσαι, σαφῶς οὐκ ἐπίστασαι, καὶ τούτου ἕνεκα τέλειον ἐπαίνον οὐ λέγεις. γελοῖον πάθος. Ἐρμογέους ἐστὶν ἐφερμηνευτικὸν τοῦ ἠσθὴν δὲ βαιά. Σημειῶσαι, ὅτι τοιοῦτοι καὶ οἱ διάλογοι Πλάτωνος. Ζητητικοὶ λόγοι εἰσίν, εἰ λέγει τις, εἰ ἀθάνατος ἡ ψυχή, εἰ καλὴ ἡ ἀρετή, ἡθικοὶ δέ, εἰ θαυμάζοι, ὡντως ἡ ψυχή, [adde :ἀθάνατος] ὡντως ἡ ἀρετὴ καλόν· οἷκτον καὶ θαῦμα· ὡμως οὖν τὸ λυπηρὸν τοῦ ἥρωος τῆς ἑτέρας γηθουσίας μᾶλλον ἀνέσιμον, καὶ οὕτως ἀμφοτέρωθεν αὐτῷ ἡ γηθουσία.