Ancient Greek · ~1 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 12
Not analysed yet
Μεγασθένης φησὶ κατὰ τὴν Ἰνδικὴν σκορπίους γίνεσθαι πτερωτοὺς μεγέθει μεγίστους, τὸ κέντρον δὲ ἐγχρίπτειν τοῖς Εὐρωπαίοις παραπλησίως· γίνεσθαι δὲ καὶ ὄφεις αὐτόθι, καὶ τούτους πτηνούς· ἐπιφοιτᾶν δὲ οὐ καθ ̓ ἡμέραν, ἀλλὰ νύκτωρ, καὶ ἀφιέναι ἐξ αὑτῶν οὖρον, ὅπερ οὖν ἐὰν κατά τινος ἀποστάξῃ σώματος, σῆψιν ἐργάζεται παραχρῆμα. Καὶ τὰ μὲν τοῦ Μεγασθένους ταῦτα.