Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 11
Not analysed yet
Ἐν τῇ Πραξιακῇ χώρα, Ἰνδῶν δὲ αὕτη ἐστίν, Μεγασθένης φησὶ πιθήκους εἶναι τῶν μεγίστων κυνῶν οὐ μείους, ἔχειν δὲ καὶ οὐράς πηχῶν πέντε· προσπεφυκέναι δὲ ἄρα αὐτοῖς καὶ προκόμια, καὶ πώγωνας καθειμένους καὶ βαθεῖς· καὶ τὸ μὲν πρόσωπον εἶναι πᾶν λευκούς, τὸ σῶμα δὲ μέλανας ἰδεῖν, ἡμέρους δὲ καὶ φιλανθρωποτάτους, καὶ τὸ τοῖς ἀλλαχόθι πιθήκοις συμφυὲς οὐκ ἔχειν τὸ κακόηθες.