Ancient Greek · ~5 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 20
Not analysed yet
Ἡμῖν δὲ τίς ἂν κικαία γένοιτο πίστις περὶ τῶν Ἰνδικῶν ἐκ τῆς τοιαύτης στρατείας τοῦ Κύρου ἢ τῆς Σεμιράμιδος (sc. Contra Indos, de quibus expeditionibus narraverat Nearchus fr. 23); Συναποφαίνεται δέ πως καὶ Μεγασθένης τῷ λόγῳ τούτῳ, κελεύων ἀπιστεῖν ταῖς ἀρχαίαις περὶ Ἰνδῶν ἱστοριίαις· οὔτε γὰρ παρ ̓ Ἰνδῶν ἔξω σταλῆναί ποτε στρατιὰν, οὔτ ̓ ἐπελθεῖν ἔξωθεν καὶ κρατῆσαι, πλὴν τῆς μεθ ̓ Ἡρακλέους καὶ Διονύσου, καὶ τῆς νῦν μετὰ Μακεδόνων. Καίτοι Σέσωστριν μὲν τὸν Αἰγύπτιον καὶ Τεάρκωνα τὸν Αἰθίοπα ἕως Εὐρώπης προελθεῖν, Ναβοκοδρόσορον δὲ τὸν παρὰ Χαλδαίοις εὐδοκιμήσαντα, Ἡρακλέους μᾶλλον, καὶ ἕως Στηλῶν ἐλάσαι· μέχρι μὲν δὴ δεῦρο καὶ Τεάρκωνα ἀφικέσθαι· ἐκεῖνον δὲ καὶ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Θράκην καὶ τὸν Πόντον ἀγαγεῖν τὴν στρατιάν. Ἰδάνθυρσον δὲ τὸν Σκύθην ἐπιδραμεῖν τῆς Ἀσίας μέχρι Αἰγύπτου· τῆς Ἰνδικῆς δὲ μηδένα τούτων ἅψασθαι. Καὶ Σεμίραμιν δ ̓ ἀποθανεῖν πρὸ τῆς ἐπιχειρήσεως. Πέρσας δὲ μισθοφόρους μὲν ἐκ τῆς Ἰνδικῆς μεταπέμψασθαι Ὕδρακας· ἐκεῖ δὲ μὴ στρατεῦσαι, ἀλλ ̓ ἐγγὺς ἐλθεῖν μόνον, ἡνίκα Κὐρος ἄλαυνεν ἐπὶ Μασσαγέτας. Καὶ τὰ περὶ Ἡρακλέους δὲ καὶ Διονύσου Μεγασθένης μὲν μετ ̓ ὀλίγων πιστὰ ἡγεῖται· τῶν δ ̓ ἄλλων οἱ πλείους, ὧν ἐστὶ καὶ Ἐρατοσθένης, ἄπιστα καὶ μυθώδη, καθάπερ καὶ τὰ παρὰ τοῖς Ἕλλησιν.