Ancient Greek · ~7 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 21
Not analysed yet
Οὗτος ὦν ὁ Μεγασθένης λέγει, οὔτε Ἰνδοὺς ἐπιστρατεῦσαι οὐδαμοῖσιν ἀνθρώποισιν, οὔτε Ἰνδοῖσιν ἄλλους ἀνθρώπους· (5) ἀλλὰ Σέσωστριν μὲν τὸν Αἰγύπτιον, τῆς Ἀσίης καταστρεψάμενον τὴν πολλὴν, ἔστε ἐπὶ τὴν Εὐρώπην σὺν στρατιῇ ἐλάσαντα ὀπίσω ἀπονοστῆσαι· (6) Ἰνδάθυρσιν δὲ τὸν Σκύθεα ἐκ Σκυθίης ὁρμηθέντα πολλὰ μὲν τῆς Ἀσίης ἔθνεα καταστρέψασθαι, ἐπελθεῖν δὲ καὶ τὴν Αἰγυπτίων γῆν κρατέοντα· (7) Σεμίραμιν δὲ τὴν Ἀσσυρίην ἐπιχειρέειν, μὲν στέλλεσθαι εἰς Ἰνδοὺς, ἀποθανεῖν δὲ πρὶν τέλος ἐπιθεῖναι τοῖσι βουλεύμασιν· ἀλλὰ Ἀλέξανδρον γὰρ στρατεῦσαι ἐπὶ Ἰνδοὺς μοῦνον. (8) Καὶ πρὸ Ἀλεξάνδρου Διονύσου μὲν πέρι πολλὸς λόγος κατέχει, ὡς καὶ τούτου στρατεύσαντος ἐς Ἰνδοὺς, καὶ καταστρεψαμένου Ἰνδούς· Ἡρακλέος δὲ πέρι οὐ πολλός. (9) Διονύσου μέν ε καὶ Νύσσα πόλις μνῆμα οὐ φαῦλον τῆς στρατηλασίης καὶ ὁ Μηρὸς τὸ ὄρος, καὶ ὁ κισσὸς ὅτι ἐν τῷ ὄρεϊ τούτῳ φύεται· καὶ αὐτοὶ οἱ Ἰνδοὶ ὑπὸ τυμπάνων τε καὶ κυμβάλων στελλόμενοι ἐς τὰς μάχας· καὶ ἐσθὴς αὐτοῖσι κατάστικτος ἐοῦσα, καθάπερ τοῦ Διονύσου τοῖσι βάκχοισιν· (10) Ἡρακλέος δὲ οὐ πολλὰ ὑπομνήματα. Ἀλλὰ τὴν Ἄορνον γὰρ πέτρην, ἥντινα Ἀλέξανδρος βίῃ ἐχειρώσατο, ὅτι Ἡρακλέης οὐ δυνατὸς ἐγένετο ἐξελεῖν, Μακεδονικὸν δοκέει μοί τι κόμπασμα, κατάπερ καὶ τὸν Παραπάμισον Καύκασον ἐκάλεον Μακεδόνες, οὐδέν τι προσήκοντα τοῦτον τῷ Καυκάσῳ. (11) Καί τι καὶ ἄντρον ἐπιφρασθέντες ἐν Παραπαμισάδαισι, τοῦτο ἔφρασαν ἐκεῖνο εἶναι τοῦ Προμηθέως τοῦ Τιτῆνος τὸ ἄντρον, ἐν ὅτεῳ ἐκρέματο ἐπὶ τῇ κλοπῇ τοῦ πυρός. (12) Καὶ δὴ καὶ ἐν Σίβαισιν, Ἰνδικῷ γένεῖ, ὅτι δορὰς ἀμπεχομένους εἶδον τοὺς Σίβας, ἀπὸ τῆς Ἡρακλέος στρατηλασίης ἔφασκον τοὺς ὑπολειφθέντας εἶναι τοὺς Σίβας καὶ γὰρ καὶ σκυτάλην φέρουσί τε οἱ Σίβαι, καὶ τοῖς βουσὶν αὐτῶν ῥόπαλον ἐπικέκαυται· καὶ τοῦτο ἐς μνήμην ἀνέφερον τοῦ ῥοπάλου τοῦ Ἡρακλέος.