Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 22-2
Not analysed yet
Τὸν Ναβουχοδονόσωρ ὁ Μεγασθένης ἐν τῇ δ ̓ (l. δευτέρᾳ) τῶν Ἰνδικῶν Ἡρακλέους ἀλκιμώτερον ἀποφαίνει, ὃς ἀνδρείᾳ μεγάλῃ Λιβύης τὸ πλεῖστον καὶ Ἰβηρίας κατεστρέψατο. Συμφωνεῖ δὲ αὐτῷ καὶ Φιλόστρατος ἐν τοῖς Ἱστορίαις, ἔνθα καὶ περὶ τῆς Τύρου πολιορκίας καὶ τῶν Φοινίκων πάλαι, αἵτινες ἱστορίαι φέρονται περὶ τοῦ Ναβουχοδονόσωρ, ὅτι Συρίαν καὶ Αἴγυπτον καὶ πᾶσαν τὴν Φοινίκην κατεστρέψατο πολέμοις. Εὗρον δὲ καὶ ἐν τῇ Ἀβυδηνοῦ Περὶ Ἀσσυρίων γραφῇ περὶ τοῦ Ναβουχοδονόσορ ταῦτα·» Μεγασθένης δέ φησι Ναβουκοδορόσορον Ἡρακλέος ἀλκιμώτερον γεγονότα ἐπί τε Λιβύην καὶ Ἰβηρίην στρατεῦσαι· ταύτας δὲ χειρωσάμενον ἀποδασμὸν αὐτέων εἰς τὰ δεξιὰ τοῦ Πόντου κατοικίσαι. (Quae sequuntur non sunt Megasthenis, sed Abydeni).