Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 22
Not analysed yet
Καὶ Μεγασθένης δὲ ἐν τῇ δ ̓ (l. δευτέρᾳ) τῶν Ἰνδικῶν μνημονεύει αὐτῶν, δι ̓ ἧς ἀποφαίνειν πειρᾶται τοῦτον τὸν βασιλέα τῇ ἀνδρείᾳ καὶ τῷ μεγέθει τῶν πράξεων ὑπερβεβηκότα τὸν Ἡρακλέα· καταστρέψασθαι γὰρ αὐτόν φησι Λιβύης τὴν πολλὴν καὶ Ἰβηρίαν. Καὶ Διοκλῆς δὲ ἐν τῇ δευτέρᾳ τῶν Περσικῶν μνημονεύει τούτου τοῦ βασιλέως, καὶ Φιλόστρατος ἐν ταῖς Ἰνδικαῖς αὐτοῦ καὶ Φοινικικαῖς ἱστορίαις, ὅτι οὗτος ὁ βασιλεὺς ἐπολιόρκησε Τύρον ἔτεσι τρισὶ καὶ δέκα, βασιλεύοντος κατ ̓ ἐκεῖνον τὸν καιρὸν Ἰθωβάλου τῆς Τύρου.