Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 25
Not analysed yet
Ἐπὶ δὲ τῇ συμβολῇ τούτου (τοῦ Γάγγου) τε καὶ τοῦ ἄλλου ποταμοῦ τὰ Παλίβοθρα ἱδρύσθαι (sc. Μεγασθένης φησι) σταδίων ὀγδοήκοντα τὸ μῆκος, πλάτος δὲ πεντεκαίδεκα, ἐν παραλληλογράμμῳ σχήματι, ξύλινον περίβολον ἔχουσαν κατατετρημένον, ὥστε διὰ τῶν ὀπῶν τοξεύειν· προκεῖσθαι δὲ καὶ τάφρον φυλακῆς τε χάριν καὶ ὑποδοχῆς τῶν ἐκ τῆς πόλεως ἀπορροιῶν. Τὸ δ ̓ ἔθνος, ἐν ᾧ ἡ πόλις αὕτη, καλεῖσθαι Πρασίους, διαφορώτατον τῶν πάντων· τὸν δὲ βασιλεύοντα ἐπώνυμον δεῖ τῆς πόλεως εἶναι Παλίβοθρον καλούμενον, πρὸς τῷ ἰδίῳ τῷ ἐκ γενετῆς ὀνόματι, καθάπερ τὸν Σανδρόκοττον, πρὸς ὃν ἧκεν ὁ Μεγασθένης πεμφθείς.