Ancient Greek · ~11 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 36a.1
Not analysed yet
Τῶν δ ̓ ἀρχόντων οἱ μέν εἰσιν ἀγορανόμοι, οἱ δ ̓ ἀστυνόμοι, οἱ δ ̓ ἐπὶ τῶν στρατιωτῶν· ὧν οἱ μὲν ποταμοὺς ἐξεργάζονται, καὶ ἀναμετροῦσι τὴν γῆν, ὡς ἐν Αἰγύπτῳ, καὶ τὰς κλειστὰς διώρυχας ἀφ ̓ ὧν εἰς τὰς ὀχετείας ταμιεύεται τὸ ὕδωρ, ἐπισκοποῦσιν ὅπως ἐξ ἴσης πᾶσιν ἡ τῶν ὑδάτων παρείη χρῆσις. Οἱ δ ̓ αὐτοὶ καὶ τῶν θηρευτῶν ἐπιμελοῦνται, καὶ τιμῆς καὶ κολάσεως εἰσὶ κύριοι τοῖς ἐπαξίοις· καὶ φορολογοῦσι δὲ, καὶ τὰς τέχνας τὰς περὶ τὴν γῆν ἐπιβλέπουσιν, ὑλοτόμων, τεκτόνων, χαλκέων, μεταλλευτῶν· ὁδοποιοῦσι δὲ, καὶ κατὰ δέκα στάδια στήλην τιθέασι, τὰς ἐκτροπὰς καὶ τὰ διαστήματα δηλοῦσαν. Οἱ δ ̓ ἀστυνόμοι εἰς ἔξ πεντάδας διῄρηνται· καὶ οἱ μὲν τὰ δημιουργικὰ σκοποῦσιν, οἱ δὲ ξενοδοχοῦσιν· καὶ γὰρ καταγωγὰς νέμουσι, καὶ τοῖς βίοις παρακολουθοῦσι, παρέδρους δόντες· καὶ προπέμπουσιν ἢ αὐτοὺς, ἢ τὰ χρήματα τῶν ἀποθανόντων· νοσούντων τε ἐπιμελοῦνται, καὶ ἀποθανόντας θάπτουσι. Τρίτοι δ ̓ εἰσὶν, οἳ τὰς γενέσεις καὶ θανάτους ἐξετάζουσι, πότε καὶ πῶς, τῶν τε φόρων χάριν, καὶ ὅπως μὴ ἀφανεῖς εἶεν αἱ κρείττους καὶ χείρους γοναὶ, καὶ θάνατοι. Τέταρτοι οἱ περὶ τὰς καπηλείας καὶ μεταβολάς· οἷς μέτρων μέλει καὶ τῶν ὡραίων, ὅπως ἀπὸ συσσήμου πωλοῖτο. Οὐκ ἔστι δὲ πλείω τὸν αὐτὸν μεταβάλλεσθαι, πλὴν εἰ διττοὺς ὑποτελοίη φόρους. Πέμπτοι δ ̓ οἱ προεστῶτες τῶν δημιουργουμένων, καὶ πωλοῦντες ταῦτα ἀπὸ συσσήμου, χωρὶς μὲν τὰ καινὰ, χωρὶς δὲ τὰ παλαιά· τῷ μιγνύντι δὲ ζημία. Ἕκτοι δὲ καὶ ὕστατοι οἱ τὰς δεκάτας ἐκλέγοντες τῶν πωλουμένων· θάνατος δὲ τῷ κλέψαντι τὸ τέλος. Ἰδίᾳ μὲν ἕκαστοι ταῦτα, κοινῇ δ ̓ ἐπιμελοῦνται τῶν τε ἰδίων καὶ τῶν πολιτικῶν καὶ τῆς τῶν δημοσίων ἐπισκευῆς τιμῶν τε καὶ ἀγορᾶς καὶ λιμένων, καὶ ἱερῶν. Μετὰ δὲ τοὺς ἀστυνόμους τρίτη ἐστὶ συναρχία ἡπερὶ τὰ στρατιωτικὰ, καὶ αὔτη ταῖς πεντάσιν ἑξαχῇ διωρισμένη· ὧν τὴν μὲν μετὰ τοῦ ναυάρχου τάττουσι, τὴν δὲ μετὰ τοῦ ἐπὶ τῶν βοϊκῶν ζευγῶν, δι ̓ ὧν ὄργανα κομίζεται καὶ τροφὴ αὐτοῖς τε καὶ τοῖς κτήνεσι καὶ τὰ χρήσιμα τῆς στρατείας. Οὗτοι δὲ καὶ τοὺς διακόνους παρέχουσι τυμπανιστὰς καὶ (τοὺς) κωδωνοφόρους, ἔτι δὲ καὶ ἱπποκόμους καὶ μηχανοποιοὺς καὶ τοὺς τούτων ὑπηρέτας· ἐκπέμπουσί τε πρὸς κώδωνας τοὺς χορτολόγους, τιμῇ καὶ κολάσει τὸ τάχος κατασκευαζόμενοι καὶ τὴν ἀσφάλειαν. Τρίτοι δὲ εἰσιν οἱ τῶν πεζῶν ἐπιμελούμενοι· τέταρτοι δ ̓ οἱ τῶν ἵππων· πέμπτοι δ ̓ ἁρμάτων· ἕκτοι δὲ ἐλεφάντων. Βασιλικοί τε σταθμοὶ καὶ ἵπποις καὶ θηρίοις· βασιλικὸν δὲ καὶ ὁπλοφυλάκιον· παραδίδωσι γὰρ ὁ στρατιώτης τήν τε σκευὴν εἰς τὸ ὁπλοφυλάκιον καὶ τὸν ἵππον εἰς τὸν ἱππῶνα καὶ τὸ θηρίον ὁμοίως. Χρῶνται δ ̓ ἀχαλινώτοις· τὰ δ ̓ ἅρματα ἐν ταῖς ὁδοῖς βόες ἕλκουσιν· οἱ δὲ ἵπποι ἀπὸ φορβιᾶς ἄγονται τοῦ μὴ παρεμπίπρασθαι τὰ σκέλη μηδὲ τὸ πρόθυμον αὐτῶν ὑπὸ τοῖς ἅρμασιν ἀμβλύνεσθαι. Δύο δ ̓ εἰσὶν ἐπὶ τῷ ἅρματι παραβάται πρὸς ἡνιόχῳ· ὁ δὲ τοῦ ἐλέφαντος ἡνίοχος τέταρτος, τρεῖς δ ̓ οἱ ἀπ ̓ αὐτοῦ τοξεύοντες.