Ancient Greek · ~6 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 36-2
Not analysed yet
Περὶ μὲν οὖν τῶν θηρίων τοσαῦτα λέγεται· ἐπανιόντες δ ̓ ἐπὶ τὸν Μεγασθένη λέγωμεν τὰ ἑξῆς, ὧν ἀπελίπομεν. 4. Μετὰ γὰρ τοὺς θηρευτὰς καὶ τοὺς ποιμένας τέταρτόν φησιν εἶναι μέρος τοὺς ἐργαζομένους τὰς τέχνας καὶ τοὺς καπηλικοὺς καὶ οἷς ἀπὸ τοῦ σώματος ἡ ἐργασία· ὧν οἱ μὲν φόρον τελοῦσι καὶ λειτουργίας παρέχονται τακτάς· τοῖς δ ̓ ὁπλοποιοῖς καὶ ναυπηγοῖς μισθοὶ καὶ τροφαὶ παρὰ βασιλέως ἔκκεινται· μόνῳ γὰρ ἐργάζονται. Παρέχει δὲ τὰ μὲν ὅπλα τοῖς στρατιώταις ὁ ναύαρχος καὶ τοῖς ἐμπόροις· 5. Πέμπτον ἐστὶ τὸ τῶν πολεμιστῶν, οἷς τὸν ἄλλον χρόνον ἐν σχολῇ καὶ πότοις ὁ βίος ἐστὶν, ἐκ τοῦ βασιλικοῦ διαιτωμένοις, ὥστε τὰς ἐξόδους, ὅταν εἴη χρεία, ταχέως ποιεῖσθαι, πλὴν τῶν σωμάτων μηδὲν ἄλλο κομίζοντας παρ ̓ ἑαυτῶν. 6. Ἕκτοι δ ̓ εἰσὶν οἱ ἔφοροι· τούτοις δ ̓ ἐποπτεύειν δέδοται τὰ πραττόμενα, καὶ ἀναγγέλλειν λάθρα τῷ βασιλεῖ, συνεργοὺς ποιουμένοις τὰς ἑταίρας, τοῖς μὲν ἐν τῇ πόλει τὰς ἐν τῇ πόλει, τοῖς δὲ ἐν στρατοπέδῳ τὰς αὐτόθι· καθίστανται δ ̓ οἱ ἄριστοι καὶ πιστότατοι. 7. Ἕβδομοι δ ̓ ἱ σύμβουλοι καὶ σύνεδροι τοῦ βασιλέως, ἐξ ὧν τὰ ἀρχεῖα καὶ δικαστήρια καὶ ἡ διοίκησις τῶν ὅλων. Οὐκ ἔστι δ ̓ οὔτε γαμεῖν ἐξ ἄλλου γένους, οὔτ ̓ ἐπιτήδευμα οὔτ ̓ ἐργασίαν μεταλαμβάνειν ἀλλην ἐξ ἄλλης, οὐδὲ πλείους μεταχειρίζεσθαι τὸν αὐτὸν, πλὴν εἰ τῶν φιλοσόφων τις εἴη· ἐᾶσθαι γὰρ τοῦτον δι ̓ ἀρετήν.