Ancient Greek · ~4 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 36a
Not analysed yet
Ἴππον δὲ ἄρα Ἰνδὸν κατασχεῖν καὶ ἀνακροῦσαι προπηδῶντα καὶ ἐκθέοντα οὐ παντὸς ἦν, ἀλλὰ τῶν ἐκ παιδὸς ἱππείαν πεπαιδευμένων. Τοῦτο γὰρ αὐτοῖς ἔστιν ἐν ἔθει, χαλινῷ ἄρχειν αὐτῶν καὶ ῥυθμίζειν αὐτοὺς ἔστιν ἐν ἔθει, χαλινῷ ἄρχειν αὐτῶν καὶ ῥυθμίζειν αὐτοὺς καὶ ἰθύνειν· κημοῖς δὲ ἄρα κεντρωτοῖς ἀκόλαστόν τε ἔχουσι τὴν γλῶτταν, καὶ τὴν ὑπερῴαν ἀβασάνιστον· ἀναγκάζουσι δὲ αὐτοὺς ὅμως οἵδε οἱ τὴν ἱππείαν σοφισταὶ περικυκλεῖν καὶ περιδινεῖσθαι ἐς ταὐτὸν στρεφομένους, καὶ ᾗπερ εἶδον ἀστόμους. Δεῖ δὲ ἄρα τῷ τοῦτο δράσοντι καὶ ῥώμης χειρῶν, καὶ ἐπιστήμης εὖ μάλα ἱππικῆς. Πειρῶνται δὲ οἱ προήκοντες εἰς ἄκρον τῆσδε τῆς σοφίας καὶ ἅρμα οὕτως περικυκλεῖν καὶ περιάγειν· εἴη δ ̓ ἂν ἆθλος οὐκ εὐκαταφρόνητος, ἀδηφάγων ἵππων τέτρωρον περιστρέφειν ῥᾳδίως. Φέρει δὲ τὸ ἅρμα παραβάτας καὶ δύο. Ὁ δὲ στρατιώτης ἐλέφας ἐπὶ τοῦ καλουμένου θωρακίου, ἢ καὶ νὴ Δία τοῦ νώτου γυμνοῦ καὶ ἐλευθέρου, πολεμιστὰς μὲν τρεῖς, παρ ̓ ἑκάτερα βάλλοντας, καὶ τὸν τρίτον κατόπιν· τέταρτον δὲ τὸν τὴν ἅρπην κατέχοντα διὰ χειρῶν, καὶ ἐκείνῃ τὸν θῆρα ἰθύνονται, ὡς οἴακι ναῦν κυβερνητικὸν ἄνδρα καὶ ἐπιστάτην τῆς νεώς.