Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 38-2
Not analysed yet
Τῶν τεθηραμένων ἐλεφάντων ἰῶνται τὰ τραύματα οἱ Ἰνδοὶ τὸν τρόπον τοῦτον. Καταιονοῦσι μὲν αὐτὰ ὕδατι χλιαρῷ, ὥσπερ οὖν τὸ τοῦ Εὐρυπύλου παρὰ τῷ καλῷ Ὁμήρῳ ὁ Πάτροκλος· εἶτα μέντοι διαχρίουσι τῷ βουτύρῳ αὐτά· ἐὰν δὲ ᾖ βαθέα, τὴν φλεγμονὴν πραύνουσιν, ὕεια κρέα, θερμὰ μὲν, ἔναιμα δὲ ἔτι, προσφέροντες καὶ ἐντιθέντες. Τὰς δὲ ὀφθαλμίας θεραπεύουσιν αὐτῶν, βόειον γάλα ἀλεαίνοντες, εἶτα αὐτοῖς ἐγχέοντες· οἱ δὲ ἀνοίγουσι τὰ βλέφαρα καὶ ὠφελούμενοι ἥδονταί τε καὶ αἰσθάνονται ὥσπερ ἄνθρωποι· καὶ εἰς τοσοῦτον ἐπικλύζουσιν, εἰς ὅσον ἂν ὑποπαύσωνται λημῶντες· μαρτύριον δὲ τοῦ παύσασθαι τὴν ὀφθαλμίαν τοῦτό ἐστι. Τὰ δὲ νοσήματα ὅσα αὐτοῖς προσπίπτει ἄλλως, ὁ μέλας οἶνός ἐστιν αὐτοῖς ἄκος· εἰ δὲ μὴ γένοιτο ἐξάντης τοῦ κακοῦ τῷ φαρμάκῳ τῷδε, ἄσωστά οἱ ἐστιν.