Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 38
Not analysed yet
Ἐν Ἰνδοῖς ἂν ἁλῷ τέλειος ἐλέφας, ἡμερωθῆναι χαλεπός ἐστι, καὶ τὴν ἐλευθερίαν ποθῶν φονᾷ· ἐὰν δὲ αὐτὸν καὶ δεσμοῖς διαλάβῃς, ἔτι καὶ μᾶλλον ἐς τὸν θυμὸν ἐξάπτεται, καὶ δεσπότην οὐχ ὑπονέμει. Ἀλλ ̓ οἱ Ἰνδοὶ καὶ ταῖς τροφαῖς κολακεύουσιν αὐτὸν, καὶ ποικίλοις καὶ ἐφολκοῖς δελέασι πραὖνειν πειρῶνται, παρατιθέντες, ὡς πληροῦν τὴν γαστέρα καὶ θέλγειν τὸν θυμόν· ὁ δὲ ἄχθεται αὐτοῖς, καὶ ὑπερορᾷ· Τί οὖν ἐκεῖνοι κατασοφίζονται καὶ δρῶσι; Μοῦσαν αὐτοῖς προσάγουσιν ἐπιχώριον, καὶ κατᾴδουσιν αὐτοὺς ὀργάνῳ τινὶ καὶ τούτῳ συνήθει· καλεῖται δὲ σκινδαψὸς τὸ ὄργανον· ὁ δὲ ὑπέχει τὰ ὦτα καὶ θέλγεται, καὶ ἡ μὲν ὀργὴ πραύνεται, ὁ δὲ θυμὸς ὑποστέλλεταί τε καὶ θόρνυται, κατὰ μικρὰ δὲ καὶ ἐς τὴν τροφὴν ὁρᾷ· εἶτα ἀφεῖται μὲν τῶν δεσμῶν, μένει δὲ τῇ μούσῃ δεδεμένος, καὶ δειπνεῖ προθύμως ἁβρὸς δαιτυμὼν καταδεδεμένος· πόθῳ γὰρ τοῦ μέλους οὐκ ἂν ἔτι ἀποσταίη.