Ancient Greek · ~19 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 38.1
Not analysed yet
Θηρῶσι δὲ Ἰνδοὶ τὰ μὲν ἄλλα ἄγρια θηρία, κατάπερ καὶ Ἕλληνες· ἡ δὲ τῶν ἐλεφάντων σφὶν θήρη οὐδέν τι ἄλλῃ ἔοικεν, ὅτι καὶ ταῦτα τὰ θηρία οὐδαμοῖσιν ἄλλοισι θηρίοισιν ἐπέοικεν. (2) Ἀλλὰ τόπον γὰρ ἐπιλεξάμενοι ἄπεδον καὶ καυματώδεα ἐν κύκλῳ τάφρον ὀρύσσουσιν, ὅσον μεγάλῳ στρατοπέδῳ ἐπαυλίσασθαι. Τῆς δὲ τάφρον τὸ εὖρος ἐς πέντε ὀργυιὰς ποιέονται, βάθος τε ἐς τέσσαρας. (3) Τὸν δὲ χόον ὅντινα ἐκβάλλουσιν ἐκ τοῦ ὀρύγματος, ἐπὶ τὰ χείλὲα ἑκάτερα τῆς τάφρου ἐπιφορήσαντες, ἀντὶ τείχεος διαχρέονται· (4) αὐτοὶ δὲ ἐπὶ τῷ χώματι τοῦ ἐπιχειλέος τοῦ ἔξω τῆς τάφρου σκηνάς σφιν ὀρυκτὰς ποιέονται, καὶ διὰ τουτέων ὀπὰς ὑπολείπονται· δι ̓ ὧν φῶς τε αὐτοῖσι συνεισέρχεται καὶ τὰ θηρία προσάγοντα καὶ ἐσελαύνοντα ἐς τὸ ἕρκος σκέπτονται. (5) Ἐνταῦθα ἐντὸς τοῦ ἕρκεος καταστήσαντες τῶν τινας θηλέων τρεῖς ἢ τέσσαρας, ὅσαι μάλιστα τὸν θυμὸν χειροήθεες, μίαν εἴσοδον ἀπολιμπάνουσι κατὰ τὴν τάφρον, γεφυρώσαντες τὴν τάφρον· καὶ ταύτῃ χόον τε καὶ ποίην πολλὴν ἐπιφέρουσι τοῦ μὴ ἀρίδηλον εἶναι τοῖσι θηρίοισι τὴν γέφυραν, μή τινα δόλον δϊσθῶσιν. (6) Αὐτοὶ μὲν οὖν ἐκποδὼν σφᾶς ἔχουσι κατὰ τῶν σκηνέων τῶν ὑπὸ τῇ τάφρῳ δεδυκότες. Οἱ δὲ ἄγριοι ἐλέφαντες ἡμέρης μὲν οὐ πελάζουσι τοῖσιν οἰκεομένοισι, νύκτωρ δὲ πλανῶνταί τε πάντη καὶ ἀγεληδὸν νέμονται τῷ μεγίστῳ καὶ γενναιοτάτῳ σφῶν ἑπόμενοι, κατάπερ αἱ βόες τοῖσι ταύροισιν. (7) Ἐπεὰν ὦν τῷ ἕρκεϊ πελάσωσι, τήν τε φωνὴν ἀκούοντες τῶν θηλέων καὶ τῇ ὀδμῇ αἰσθανόμενοι, δρόμῳ ἵενται ὡς ἐπὶ τὸν χῶρον τὸν πεφραγμένον· ἐκπεριελθόντες δὲ τῆς τάφρου τὰ χείλεα εὖτ ̓ ἂν τῇ γεφύρῃ ἐπιτύχωσι, κατὰ ταύτην ἐς τὸ ἕρκος ὠθέονται. (8) Οἱ δὲ ἄνθρωποι αἰσθόμενοι τὴν ἔσοδον τῶν ἐλεφάντων τῶν ἀγρίων, οἱ μεν αὐτῶν τὴν γέφυραν ὀξέως ἀφεῖλον, οἱ δὲ ἐπὶ τὰς πέλας κώμας ἀποδραμόντες ἀγγέλλουσι τοὺς ἐλέφαντας ὅτι ἐν τῷ ἕρκεῖ ἔχονται· (9) οἱ δὲ ἀκούσαντες ἐπιβαίνουσι ἐλεφάντων, ἐπιβάντες δὲ ἐλαύνουσιν ὡς ἐπὶ τὸ ἕρκος, ἐλάσαντες δὲ οὐκ αὐτίκα μάχης ἅπτονται, ἀλλ ̓ ἐῶσι γὰρ λιμῷ τε ταλαιπωρηθῆναι τοὺς ἀγρίους ἐλέφαντας καὶ ὑπὸ τῷ δίψεϊ δουλωθῆναι. (10) Εὖτ ̓ ἂν δὲ σφίσι κακῶς ἔχειν δοκέωσι, τηνικαῦτα ἐπιστήσαντες αὖθις τὴν γέφυραν ἐλαύνουσί τε ὡς ἐς τὸ ἕρκος, καὶ τὰ μὲν πρῶτα μάχη ἵσταται κρατερὴ τοῖσιν ἡμέροισι τῶν ἐλεφάντων πρὸς τοὺς ἑαλωκότας· ἔπειτα κρατέονται μὲν κατὰ τὸ εἰκὸς οἱ ἄγριοι ὑπό τε τῇ ἀθυμίῃ καὶ τῷ λιμῷ ταλαιπωρεύμενοι. (11) Οἱ δὲ ἀπὸ τῶν ἐλεφάντων καταβάντες παρειμένοισιν ἤδη τοῖσιν ἀγρίοισι τοὺς πόδας ἄκρους συνδέουσιν· ἔπειτα ἐγκελεύονται τοῖσιν ἡμέροισι πληγῇσι σφᾶς κολάζειν πολλῇσι, ἔστ ̓ ἂν ἐκεῖνοι ταλαιπωρεύμενοι ἐς γῆν πέσωσι· παραστάντες δὲ βρόχους περιβάλλουσιν αὐτοῖσι κατὰ τοὺς αὐχένας, καὶ αὐτοὶ ἐπιβαίνουσι κειμένοισι. (12) Τοῦ δὲ μὴ ἀποσείεσθαι τοὺς ἀμβάτας μηδέ τι ἄλλο ἀτάσθαλον ἐργάζεσθαι, τὸν τράχηλον αὐτοῖσιν ἐν κύκλῳ μαχαιρίῳ ὀξέϊ ἐπιτέμνουσι, καὶ τὸν βρόχον κατὰ τὴν τομὴν περι(??)έουσιν, ὡς ἀτρέμα ἔχειν τὴν κεφαλήν τε καὶ τὸν τράχηλον ὑπὸ τοῦ ἕλκεος. (13) Εἰ γὰρ περιστρέφοιντο ὑπὸ ἀτασθαλίης, τρίβεται αὐτοῖσι τὸ ἕλκος ὑπὸ τῷ κάλῳ· οὕτω μὲν ὦν ἀτρέμα ἴσχουσι, καὶ αὐτοὶ γνωσιμαχέοντες ἤδη ἄγονται κατὰ τὸν δεσμὸν πρὸς τῶν ἡμέρων. Cap. XIV. Ὅσοι δὲ νήπιοι αὐτῶν ἢ διὰ κακότητα οὐκ ἄξιοι ἐκτῆσθαι, τούτους ἐῶσιν ἀπαλλάττεσθαι ἐς τὰ σφέτερα ἤθεα. (2) Ἄγοντες δὲ εἰς τὰς κώμας τοὺς ἁλόντας τοῦ τε χλωροῦ καλάμου καὶ τῆς ποίης τὰ πρῶτα ἐμφαγεῖν ἔδοσαν· (3) οἱ δὲ ὑπὸ ἀθυμίης οὐκ ἐθέλουσιν οὐδὲν σιτέεσθαι, τοὺς δὲ περιϊστάμενοι οἱ Ἰνδοὶ ᾠδαῖσί τε καὶ τυμπάνοισι καὶ κυμβάλοισιν ἐν κύκλῳ κρούοντές τε καὶ ἐπᾴδοντες κατευνάζουσι. (4) Θυμόσοφον γὰρ εἴπερ τι ἄλλο θηρίον ὁ ἐλέφας· καί τινες ἤδη αὐτῶν τοὺς ἀμβάτας σφῶν ἐν πολέμῳ ἀποθανόντας ἄραντες αὐτοὶ ἐξήνεγκαν ἐς ταφὴν, οἱ δὲ καὶ ὑπερήσπισαν κειμένους, οἱ δὲ καὶ πεσόντων προεκινδύνευσαν· ὁ δέ τις πρὸς ὀργὴν ἀποκτείνας τὸν ἀμβάτην ὑπὸ μετανοίης τε καὶ ἀθυμίης ἀπέθανεν. (5) [Εἶδον δὲ ἔγωγε καὶ κυμβαλίζοντα ἤδη ἐλέφαντα καὶ ἄλλους ὀρχεομένους, κυμβάλοιν τῷ κυμβαλίζοντι πρὸς τοῖν σκελοῖν τοῖν ἔμπροσθεν προσηρτημένοιν, καὶ πρὸς τῇ προβοσκίδι καλεομένῃ ἄλλο κύμβαλον· (6) ὁ δὲ ἐν μέρεϊ τῇ προβοσκίδι ἔκρουε τὸ κύμβαλον ἐν ῥυθμῷ πρὸς ἑκατέροιν τοῖν σκελοῖν· οἱ δὲ ὀρχεόμενοι ἐν κύκλῳ τε ἐχόρευον, καὶ ἐπαίροντές τε καὶ ἐπικάμπτοντες τὰ ἔμπροσθεν σκέλεα ἐν τῷ μέρεϊ ἐν ῥυθμῷ καὶ οὗτοι ἔβαινον, κατότι ὁ κυμβαλίζων σφίσιν ὑφηγέετο]. (7) Βαίνεται δὲ ἐλέφας ἦρος ὥρῃ, κατάπερ βοῦς ἢ ἵππος, ἐπεὰν τῇσι θηλέῃσιν αἱ παρὰ τοῖσι κροτάφοισιν ἀναπνοαὶ ἀνοιχθεῖσαι ἐκπνέωσι· κύει δὲ τοὺς ἐλαχίστους μὲν ἑκκαίδεκα μῆνας, τοὺς πλείστους δὲ ὀκτωκαίδεκα· τίκτει δὲ ἓν, κατάπερ ἵππος· καὶ τοῦτο ἐκτρέφει τῷ γάλακτι ἐς ἔτος ὄγδοον. (8) Ζῶσι δὲ ἐλεφάντων οἱ πλεῖστα ἔτεα ζῶντες ἐς διηκόσια· πολλοὶ δὲ νούσῳ προτελευτῶσιν· γήραϊ δὲ ἐς τόσον ἔρχονται. (9) Καὶ ἔστιν αὐτοῖσι τῶν μὲν ὀφθαλμῶν ἴημα τὸ βόειον γάλα ἐγχεόμενον, πρὸς δὲ τὰς ἄλλας νούσους ὁ μέλας οἶνος πινόμενος, ἐπὶ δὲ τοπισιν ἕλκεσι τὰ ὕεια κρέα ὀπτώμενα καὶ καταπασσόμενα. Ταῦτα παρ ̓ Ἰνδοῖσίν ἐστιν αὐτοῖσιν ἰήματα.