Ancient Greek · ~10 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 37
Not analysed yet
Ἵππον δὲ καὶ ἐλέφαντα τρέφειν οὐκ ἔξεστιν ἰδιώτῃ· βασιλικὸν δ ̓ ἑκάτερον νενόμισται τὸ κτῆμα, καὶ εἰσὶν αὐτῶν ἐπιμεληταί. Θήρα δὲ τῶν θηρίων τούτων τοιάδε. Χωρίον ψιλὸν ὅσον τεττάρων ἢ πέντε σταδίων τάφρῳ περιχαράξαντες βαθείᾳ, γεφυροῦσι τὴν εἴσοδον στενωτάτῃ γεφύρᾳ· εἶτ ̓ εἰσαφιᾶσι θηλείας τὰς ἡμερωτάτας τρεῖς ἢ τέτταρας· αὐτοὶ δ ̓ ἐν καλυβίοις κρυπτοῖς οἱ ἄγριοι· νύκτωρ δ ̓ ἐφ ̓ ἕνα ποιοῦνται τὴν εἴσοδον· εἰσιόντων δὲ, κλείουσι τὴν εἴσοδον λάθρα· εἶτα τῶν ἡμέρων ἀθλητῶν τοὺς ἀλκιμωτάτους εἰσάγοντες, διαμάχονται πρὸς αὐτοὺς, ἅμα καὶ λιμῷ καταπονοῦντες· ἤδη δὲ καμνόντων οἱ εὐθαρσέστατοι τῶν ἡνιόχων λάθρα καταβαίνοντες, ὑποδύνουσιν ἕκαστος τῇ γαστρὶ τοῦ οἰκείου ὀχήματος· ὁρμώμενος δ ̓ ἐνθένδε, ὑποδύνει τῷ ἀγρίῳ, καὶ σύμποδα δεσμεῖ· γενομένου δὲ τούτου, κελεύουσι τοῖς τιθασοῖς, τύπτειν τοὺς συμποδισθέντας, ἕως ἂν πέσωσιν εἰς τὴν γῆν· πεσόντων δ ̓ ὠμοβοΐνοις ἱμᾶσι προσλαμβάνονται τοὺς αὐχένας αὐτῶν πρὸς τοὺς τῶν τιθασῶν· ἵνα δὲ μὴ σειόμενοι τοὺς ἀναβαίνειν ἐπ ̓ αὐτοὺς ἐπιχειροῦντας ἀποσείοιντο, τοῖς τραχήλοις αὐτῶν ἐμβάλλονται κύκλῳ τομὰς, καὶ κατ ̓ αὐτὰς τοὺς ἱμάντας περιτιθέασιν, ὥσθ ̓ ὑπ ̓ ἀλγηδόνων εἴκειν τοῖς δεσμοῖς, καὶ ἡσυχάζειν· τῶν δ ̓ ἁλόντων ἀπολέξαντες τοὺς πρεσβυτέρους ἢ νεωτέρους τῆς χρείας, τοὺς λοιποὺς ἀπάγουσιν εἰς τοὺς σταθμούς· δήσαντες δὲ τοὺς μὲν πόδας πρὸς ἀλλήλους, τοὺς δὲ αὐχένας πρὸς κίονα εὖ πεπηγότα, δαμάζουσι λιμῷ· ἔπειτα χλόῃ καλάμου καὶ πόας ἀναλαμβάνουσι· μετὰ δὲ ταῦτα πειθαρχεῖν διδάσκουσι, τοὺς μὲν διὰ λόγου, τοὺς δὲ μελισμῷ τινι καὶ τυμπανισμῷ κηλοῦντες· σπάνιοι δ ̓ οἱ δυστιθάσευτοι· φύσει γὰρ διάκεινται πρᾴως καὶ ἡμέρως, ὥστ ̓ ἐγγὺς εἶναι λογικῷ ζῴῳ· τινὲς γὰρ καὶ ἐξαίμους τοὺς ἡνιόχους ἐν τοῖς ἀγῶσι πεσόντας ἀνελόμενοι σώζουσιν ἐκ τῆς μάχης· οἱ δὲ καὶ ὑποδύντας μεταξὺ τῶν ἐμπροσθίων ποδῶν ὑπερμαχόμενοι διέσωσαν· τῶν δὲ χορτοφόρων καὶ διδασκάλων εἴ τινα παρὰ θυμὸν ἀπέκτειναν, οὕτως ἐπιποθοῦσιν, ὥσθ ̓ ὑπ ̓ ἀνίας ἀπέχεσθαι τροφῆς· ἔστι δ ̓ ὅτε καὶ ἀποκαρτερεῖν. Βιβάζονται δὲ καὶ τίκτουσιν ὡς ἵπποι τοῦ ἔαρος μάλιστα· καιρὸς δ ̓ ἐστὶ τῷ μὲν ἄρρενι, ἐπειδὰν οἴστρῳ κατέχηται καὶ ἀγριαίνῃ· τότε δὴ καὶ λίπους τι διὰ τῆς ἀναπνοῆς ἀνίησιν, ἣν ἔχει παρὰ τοὺς κροτάφους· ταῖς δὲ θηλείαις, ὅταν ὁ αὐτὸς οὗτος πόρος ἀνεωγὼς τυγχάνῃ. Κύουσι δὲ τοὺς μὲν πλείστους ὀκτωκαίδεκα μῆνας, ἐλαχίστους δ ̓ ἑκκαίδεκα· τρέφει δ ̓ ἡ μήτηρ ἓξ ἔτη. Ζῶσι δ ̓ ὅσον μακροβιώτατοι ἄνθρωποι οἱ πολλοὶ, τινὲς δὲ καὶ ἐπὶ διακόσια διατείνουσιν ἔτη, πολύνοσοι δὲ καὶ δυσίατοι. Ἄκος δὲ πρὸς ὀφθαλμίαν μὲν βόειον γάλα προσκλυζόμενον, τοῖς πλείστοις δὲ τῶν νοσημάτων ὁ μέλας οἶνος πινόμενος, τραύμασι δὲ ποτὸν μὲν βούτυρον, ἐξάγει γὰρ τὰ σιδήρια· τὰ δ ̓ ἕλκη σαρξὶν ὑείαις πυριῶσιν.