Ancient Greek · ~3 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 9
Not analysed yet
Μεγασθένης δὲ τὴν εὐδαιμονίαν τῆς Ἰνδικῆς ἐπισημαίνεται τῷ δίκαρπον εἶναι καὶ διφόρον, καθάπερ καὶ Ἐρατοσθένης ἔφη, τὸν μὲν εἰπὼν σπόρον χειμερινὸν, τὸν δὲ θερινὸν, καὶ ὄμβρον ὁμοίως· οὐδὲν γὰρ ἔτος εὑρίσκεσθαί φησι πρὸς ἀμφοτέρους καιροὺς ἄνομβρον· ὥστε εὐετηρίαν ἐκ τούτου συμβαίνειν, ἀφόρου μηδέποτε τῆς γῆς οὔσης· τούς τε ξυλίνους καρποὺς γεννᾶσθαι πολλοὺς, καὶ τὰς ῥίζας τῶν φυτῶν, καὶ μάλιστα τῶν μεγάλων καλάμων, γλυκείας καὶ φύσει καὶ ἑψήσει, χλιαινομένου τοῦ ὕδατος τοῖς ἡλίοις, τοῦ τ ̓ ἐκπίπτοντος ἐκ Διὸς, καὶ τοῦ ποταμίου. Τρόπον δή τινα λέγειν βούλεται, διότι ἡ παρὰ τοῖς ἄλλοις λεγομένη πέψις καὶ καρπῶν καὶ χυμῶν παρ ̓ ἐκείνοις ἕψησίς ἐστι· καὶ κατεργάζεται τοσοῦτον εἰς εὐστομίαν, ὅσον καὶ ἡ διὰ πυρός· διὸ καὶ τοὺς κλάδους φησὶν εὐκαμπεῖς εἶναι τῶν δένδρων, ἐξ ὧν οἱ τροχοί· ἐκ δὲ τῆς αὐτῆς αἰτίας ἐνίοις καὶ ἐπανθεῖν ἔριον.