Ancient Greek · ~4 min
Dfhg-Source dfhg2_MEGASTHENES
MEGASTHENES, Fragmenta 10
Not analysed yet
Καὶ τίγρεις δ ̓ ἐν ταῖς Πρασίοις φησὶν ὁ Μεγασθένης γίνεσθαι μεγίστους, σχεδὸν δέ τι καὶ διπλασίους λεόντων· δυνατοὺς δὲ ὥστε τῶν ἡμέρων τινὰ, ἀγόμενον ὑπὸ τεττάρων, τῷ ὀπισθίῳ σκέλει δραξάμενον ἡμιόνου, βιάσασθαι καὶ ἑλκύσαι πρὸς ἑαυτόν. Κερκοπιθήκους δὲ μείζους τῶν μεγίστων κυνῶν, λευκοὺς πλὴν τοῦ προσώπου· τοῦτο δ ̓ εἶναι μέλαν· παρ ̓ ἄλλοις δ ̓ ἀνάπαλιν· τὰς δὲ κέρκους μείζους δυοῖν πήχεων· ἡμερωτάτους δὲ καὶ οὐ κακοήθεις περὶ ἐπιθέσεις καὶ κλοπάς. Λίθους δ ̓ ὀρύττεσθαι λιβανόχρους, γλυκυτέρους σύκων ἢ μέλιτος. Ἀλλαχοῦ δὲ διπήχεις ὄφεις ὑμενοπτέρους ὥσπερ αἱ νυκτερίδες· ,καὶ τούτους δὲ νύκτωρ πέτεσθαι, σταλαγμοὺς ἀφιέντας οὔρων, τοὺς δὲ ἱδρώτων διασήποντας τὸν χρῶτα τοῦ μὴ φυλαξαμένου· καὶ σκορπίους εἶναι πτηνοὺς, ὑπερβάλλοντας μεγέθεσι (cf. fr. 11)· φύεσθαι δὲ καὶ ἔβενον· εἶναι δὲ καὶ κύνας ἀλκίμους, οὐ πρότερον μεθιέντας τὸ δηχθὲν πρὶν εἰς τοὺς ῥώθωνας ὕδωρ καταχυθῆναι· ἐνίοις δ ̓ ὑπὸ προθυμίας ἐν τῷ δήγματι διαστρέφεσθαι τοὺς ὀφθαλμοὺς, τοῖς δὲ καὶ ἐκπίπτειν· κατασχεθῆναι δὲ καὶ λέοντα ὑπὸ κυνὸς καὶ ταῦρον· τὸν δὲ ταῦρον καὶ ἀποθανεῖν κρατούμενον τοῦ ῥύγχους πρότερον ἢ ἀφεθῆναι.