Ancient Greek
1.161.1.1 to 1.161.1.12
Melissus, Testimonia 1.161.1.1-12
Unproofread scanNot analysed yet
10 γει, ἐπει τοῦτό γε ἀδύνατον ὡςετο. πῶς γὰρ ἄν, φησί, καὶ ἐπανήσειε τὸ πᾶν τί τε καὶ πόθεν ἐλθόν [fr. 17, 32]; ἀλλὰ μισγομένων τε καὶ συντιθεμένων πυρός καὶ τῶν μετὰ πυρὸς γίγνεσθαι τὰ πολλά, διαλλαττομένων τε καὶ διακρινομένων φθείρεσθαι πάλιν, καὶ εἶναι τῇ μὲν μίξει πολλά ποτε 15 καὶ τῇ διακρίσει, τῇ δὲ φύσει τέτταρα ἄνευ τῶν αἰτίων, ἢ ἕν. ἢ εἰ καὶ ἄπειρα εὐθὺς ταῦτα εἴη, ἐξ ὧν συντιθεμένων γίγνεται, διακρινομένων δὲ φθείρεται, ὡς καὶ τῶν Ἀναξαγόραν φασί τινες λέγειν ἐξ ἀεὶ ὄντων καὶ ἀπείρων τὰ γιγνόμενα γίγνεσθαι, κἂν οὕτως, οὐκ ἂν εἴη αἰδία πάντα, ἀλλὰ 20 καὶ γιγνόμενα ἄττα καὶ γενόμενα τ’ ἐξ ὄντων καὶ φθειρόμενα εἰς οὐσίας τινὰς ἄλλας. ἔτι οὐδὲν κωλύει μίαν τινὰ οὐσίαν τὸ πᾶν μορφήν, ὡς καὶ ὁ Ἀναξιμάνδρος καὶ ὁ Ἀναξιμένης λέγουσιν, ὁ μὲν ὕδωρ εἶναι φάμενος τὸ πᾶν, ὁ δέ, ὁ Ἀναξιμένης, ἀέρα, καὶ ὅσοι ἄλλοι οὕτως εἶναι τὸ 25 πᾶν ἐν ἡσώχασιν, τοῦτο ἤδη σχήμασί τε καὶ πλήθει καὶ ὀλιγότητι, καὶ τῷ μαρὸν ἢ πυκνὸν γίγνεσθαι, πολλά καὶ ἄπειρα ὄντα τε καὶ γιγνόμενα ἀπεργάζεσθαι, τὸ ὅλον. φησὶ 11 δὲ καὶ ὁ Δημόκριτος τὸ ὕδωρ τε καὶ τὸν ἀέρα ἕκαστόν τε τῶν πολλῶν, ταῦτό ὄν, ὀνόμασι διαφέρειν. τί δὴ κωλύει καὶ 30 οὕτως τὰ πολλά γίγνεσθαι τε καὶ ἀπόλλυσθαι, ἐξ ὄντος ἀεὶ εἰς ὄν μεταβάλλοντος ταῖς εἰρημέναις διαφοραῖς τοῦ ἑνός, καὶ οὐδὲν οὔτε πλεόνος οὔτε ἐλάττονος γιγνομένου τοῦ ὅλου; ἔτι τί κωλύει ποτὲ μὲν ἐξ ἄλλων τὰ σώματα γίγνεσθαι 33ᵃ καὶ διαλύεσθαι εἰς σώματα, οὕτως δ’ ἀεὶ ἀναλύμενα κατ’ ἴσα γίγνεσθαι τε καὶ ἀπόλλυσθαι πάλιν; εἰ δὲ καὶ ταῦτά τις 13 35 συγχωροῖη, καὶ εἴη τε καὶ ἀγέννητον εἴη, τί μᾶλλον ἄπειρον δείκνυται; ἄπειρον γὰρ εἶναι φησιν, εἰ ἔστι μέν, μὴ γέγονε δέ· πέρατα γὰρ εἶναι τὴν τῆς γενέσεως ἀρχὴν τε καὶ τελευτὴν.