Ancient Greek
1.161.1.13 to 1.161.1.22
Melissus, Testimonia 1.161.1.13-22
Unproofread scanNot analysed yet
καίτοι τί κωλύει ἀγέννητον ὄν ἔχειν πέρας 14 ἐκ τῶν εἰρημένων; εἰ γὰρ ἐγένετο, ἀρχὴν ἔχειν ἀξιοῖ ταύ- 976ᵃ 1 τὴν ὅθεν ἤρξατο γιγνόμενον. τί δὴ κωλύει, καὶ εἰ μὴ ἐγένετο, ἔχειν ἀρχήν, οὐ μέντοι γε ἐξ ἧς γε ἐγένετο, ἀλλὰ καὶ ἑτέραν, καὶ εἶναι περαίνοντα πρὸς ἄλληλα αἴδια ὄντα; ἔτι τί κωλύει τὸ μὲν ὅλον ἀγέννητον ὄν ἄπειρον εἶναι, τὰ 15 5 δὲ ἐν αὐτῷ γιγνόμενα πεπεράνθαι, ἔχοντα ἀρχὴν καὶ τελευτὴν γενέσεως; ἔτι καὶ ὡς ὁ Παρμενίδης φησί, τί κωλύει καὶ τὸ πᾶν ἐν ὄν καὶ ἀγέννητον ὡμῶς πεπεράνθαι, καὶ εἶναι “πάντοθεν εἰκύκλιον σφαῖρας ἐναλίγκιον ὀγκῶι, μεσσόθεν ἰσοπαλὲς πάντη· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιό- 10 τερον πελέμεν χρεῶν ἐστι τῇ ἢ τῇ” [fr. 8, 43—45]. ἔχον δὲ μέσον καὶ 16 ἔσχατα, πέρας ἔχει ἀγέννητον ὄν, ἐπεὶ εἰ καὶ, ὡς αὐτὸς λέγει, ἐν ἐστι, καὶ τοῦτο σῶμα, ἔχει ἄλλα ἑαυτοῦ μέρη, τὰ δὲ ὅμοια πάντα. καὶ γὰρ ὅμοιον οὔτε λέγει τὸ πᾶν 17 εἶναι οὐχὶ ὡς ἄλλοις τινί (ὅπερ Ἀναξαγόρας ἐλέγχει ὅτι ὅμοιον 15 τὸ ἄπειρον· τὸ γὰρ ὅμοιον ἑτέρῳι ὅμοιον, ὥστε δύο ἢ πλείω ὄντα οὐκ ἂν ἐν οὐδὲ ἄπειρον εἶναι), ἀλλ’ ὅσως τὸ ὅμοιον πρὸς αὐτὸ λέγει, καὶ φησιν αὐτὸ ὅμοιον εἶναι πᾶν, ὅτι ὅμοιο-