Ancient Greek
1.167.2
Melissus, Testimonia 1.167.2
Unproofread scanNot analysed yet
7 [6] —phys. 111, 18 λέγει δ’ οὖν Μ. οὕτως τὰ πρότερον εἰρημένα συμπεραινόμενος καὶ οὕτως τὰ περὶ τῆς κινήσεως ἐπάγων ‘οὕτως οὖν αἰδίον ἐστι καὶ ἄπειρον καὶ ἓν καὶ ὁμοιον 1 πᾶν. καὶ οὔτ’ ἂν ἀπόλοιτο οὔτε μειζὸν γίνοιτο οὔτε 2 μετακοσμέοιτο οὔτε ἀλγεῖ οὔτε ἀνιάται· εἰ γὰρ τι τούτων πάσχοι, οὐκ ἂν ἔτι ἓν εἴη. εἰ γὰρ ἐτεροιοῦται, ἀνάγκη τὸ ἔον μὴ ὁμοῖον εἶναι, ἀλλὰ ἀπόλλυσθαι τὸ πρόσθεν ἔον, τὸ δὲ οὐκ ἔον γίνεσθαι. εἰ τοίνυν τριχὶ μιῇ μυρίοις ἔτεσιν ἐτεροῖον γίνοιτο [τὸ πᾶν; so hier, fehlt Simpl. de caelo 113, 22], ὀλεῖται ἂν [l. πᾶν] ἐν τῷ παντὶ χρόνῳ. ἀλλ’ οὐδὲ μετακοσμηθῆναι ἄνυστόν· ὁ γὰρ 3 κόσμος ὁ πρόσθεν ἔων οὐκ ἀπόλλυται οὔτε ὁ μὴ ἔων γίνεται. ὥστε δὲ μήτε προσγίνεται μηδὲν μήτε ἀπόλ-