Ancient Greek
1.169.2
Melissus, Testimonia 1.169.2
Unproofread scanNot analysed yet
8 [7] SIMPL. de caelo 558, 19 εἰπὼν γὰρ [Mel.] περὶ τοῦ ὄντος ὅτι ἓν ἐστι καὶ ἀγέννητον καὶ ἀκίνητον καὶ μηδενὶ κενῶι διειλημμένον, ἀλλ’ ὅλον ἑαυτοῦ πλήρης, ἐπάγει ‘μέγιστον μὲν οὖν 1 σημεῖον οὗτος ὁ λόγος, ὅτι ἓν μόνον ἐστιν’ ἀτὰρ καὶ τάδε σημεῖα. εἰ γὰρ ἦν πολλά, τοιαῦτα χρή αὐτὰ 2 εἶναι, οἷόν περ ἐγὼ φημι τὸ ἓν εἶναι. εἰ γὰρ ἐστὶ γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυσός, καὶ τὸ μὲν ζῶον τὸ δὲ τεθνηκός, καὶ μέλαν καὶ λευχὸν καὶ τὰ ἄλλα, ὅσα φασιν οἱ ἄνθρωποι εἶναι ἀληθῆ,