Ancient Greek
1.169.3
Melissus, Testimonia 1.169.3
Unproofread scanNot analysed yet
τῶι πυχνῶι. ἀλλ’ ἤδη τὸ ἀραιόν γε κενότερον γίνεται τοῦ πυκνοῦ· τὸ δὲ κενὸν οὐκ ἐστιν. εἰ δὲ πλήρες ἐστὶ τὸ ὂν ἢ μή, χρῖνεν χρή τῶι εἰσδέχεσθαι τι αὐτὸ ἄλλο ἢ μή· εἰ γὰρ μὴ εἰσδέχεται, πλήρες. εἰ δὲ εἰσδέχοιτó τι, οὐ πλήρες. εἰ οὖν μὴ ἐστι κενόν, ἀνάγκη πλήρες εἶναι· εἰ δὲ τοῦτο, μὴ κινεῖσθαι, οὐχ ὅτι μὴ δυνατόν διὰ πλήρους κινεῖσθαι, ὡς ἐπὶ τῶν σωμάτων λέγομεν, ἀλλ’ ὅτι πᾶν τὸ ὂν οὔτε εἰς ὃν δύναται κινηθῆναι (οὐ γὰρ ἐστι τι παρ’ αὐτό) οὔτε εἰς τὸ μὴ ὂν· οὐ γὰρ ἐστὶ τὸ μὴ ὂν.