Ancient Greek
2.153.1 to 2.153.28
Melissus, Testimonia 2.153.1-28
Unproofread scanNot analysed yet
974a δὲ ὅν τὸ ἕν ἀνῠδυνόν τε καὶ ἀνάλητον ὑγίης τε καὶ ἀνο- 20 σον εἶναι, οὔτε μετακοσμούμενον θέσει οὔτε ἐτεροιοῦμενον εἴδει οὔτε μιγνύμενον ἄλλωι· κατὰ πάντα γὰρ ταῦτα πολλά τε τὸ ἕν γίγνεσθαι καὶ τὸ μὴ ὅν τεκνοῦσθαι καὶ τὸ ὅν φθεῖρεσθαι ἀναγκάζεσθαι· ταῦτα δὲ ἀδύνατα εἶναι. (7) καὶ γὰρ εἰ τῷι μεμίχθαι τὸ ἕν ἐκ πλειόνων λέγοιτο, καὶ εἰἡ πολλά 25 τε καὶ κινοῦμενα εἰς ἄλληλα τὰ πράγματα, καὶ ἡ μῖξις ἡ ὡς ἕν ἐνὶ σύνθεσις εἰἡ τῶν πλειόνων ἢ τῇι ἐπαλλάξει οἷον ἐπιπρόσθησις γίγνοιτο τῶν μιχθέντων· ἐκείνως μὲν ἂν διόδη- λα χωριζόντων εἶναι τὰ μιχθέντα, ἐπιπροσθήσεως δ’ οὔσης ἐν τῇι τρίψει γίγνεσθαι ἂν ἕκαστα φανερὰ ἀφαιρουμένων 974b 1 τῶν πρώτων τὰ ὑπ’ ἄλληλα τεθέντα τῶν μιχθέντων· ὧν οὔδέτερον συμβαίνει. (8) διὰ τούτων δὲ τῶν τρόπων κἂν εἶναι πολλὰ κἂν ἡμῖν ὡιετο φαίνεσθαι μόνως. ὥστε ἐπειδή οὐχ οἷόν τε οὕτως, οὔδὲ πολλά δυνατόν εἶναι τὰ ὄντα, ἀλλὰ 5 ταῦτα δοκεῖν οὐκ ὀρθῶς. πολλά γὰρ καὶ ἄλλα κατὰ τὴν αἴσθησιν φαντάζεσθαι [ἀπατάν]· λόγον δ’ οὐτ’ ἐκεῖν’ αἴρειν, ταῦτα γίγνεσθαι, οὔτε πολλά εἶναι τὸ ὅν, ἀλλὰ ἕν αἰδίόν τε καὶ ἄπειρον καὶ πάντη ὁμοιον αὐτὸ αὑτῷι. (9) ἀρ’ οὖν δεῖ πρώτων μὲν μὴ πᾶσαν λαβόντα δόξαν ἄρχεσθαι, ἀλλ’ αἱ μά- 10 λιστά εἰσὶ βέβαιοι; ὥστ’ εἰ μὲν ἅπαντα τὰ δοκοῦντα μὴ ὀρθῶς ὑπολαμβάνεται, οὐδὲν ἴσως προσήκει οὔδὲ τούτῳι προσ- χρήσθαι τῷι δόγματι, ὅτι) οὐκ ἂν ποτε οὐδὲν γένοιτο ἐκ μηδενός. μία γὰρ τίς ἐστὶ δόξα, καὶ αὕτη τῶν οὐκ ὀρθῶν, ἥν ἐκ τοῦ αἰσθάνεσθαι πως ἐπὶ πολλῶν πάντως ὑπελήφαμεν. (10) εἰ δὲ 15 μὴ ἅπαντα ψευδὴ τὰ ἡμῖν φαινόμενα, ἀλλὰ τινὲς εἰσὶ καὶ τούτων ὀρθαὶ ὑπολήψεις, ἡ ἐπιδεξάντα, ὅτι αὐταὶ τοιαῦται, ἡ τὰς μάλιστα δοκοῦσας ὀρθάς, ταύτας ληπτέον· ὡς ἀεὶ βε- βαιωτέρας εἶναι δεῖ ἡ ἃ μέλλουσιν ἐξ ἐκείνων τῶν λόγων δειχθήσεσθαι. (11) εἰ γὰρ καὶ εἰεν δύο δόξαι ὑπεναντία ἀλ-